Ancient Greek
Section 49
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 49
Not analysed yet
Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει.