Ancient Greek
Section 5
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 5
Not analysed yet
Διὰ τί μὴ ὄντες ἐν δίψει, εἰ περιβάλλοιμεν πρὸς λουτρόν, προσγίνεται τὸ διψᾶν, καὶ ἀνάπαλιν, εἰ ἐν δίψει ὄντες, παύεται τὸ δίψος; ὅτι τὸ δίψος γίνεται κατὰ ξηρότητα. εἰ οὖν διψῶντες περιβάλλοιμεν τὸ λουτρόν, τὸ σῶμα, διὰ τὸ μετέχειν ζωτικῆς δυνάμεως αὐτό, οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρόν, καὶ οὕτω συμβαίνει ὑγραίνεσθαι τὸ βάθος, ἐξ οὗ μάλιστα γίνεται τὸ δίψος. ἐπὶ δὲ τῶν μὴ διψώντων καὶ περιβαλλόντων τὸ λουτρόν, ὑπόκειται ὑγρὸν ἐν τῷ σώματι καὶ προΐεται τοῦτο διὰ τῶν ἱδρώτων, διὰ τὸ μὴ ἀντιποιεῖσθαι ὑγρασίας.