Ancient Greek
Section 4
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 4
Not analysed yet
Διὰ τί ἐπὶ τῶν ὑδρωπικῶν δίψα γίνεται, καίτοι πολλοῦ τοῦ ὑγροῦ ὑποκειμένου; ῥητέον, ὅτι ἡ ὄρεξις αὕτη γίνεται κατ᾽ ἐπιζήτησιν τοῦ κατὰ φύσιν ὑγροῦ, οὐ τοῦ παρὰ φύσιν. τὸ δὲ παρακείμενον ἐπὶ τούτων παρὰ φύσιν ἐστί. γίνεται δὲ ἡ ἀνάπαυλα τῆς ὀρέξεως, παρατιθεμένου τοῦ κατὰ φύσιν ὑγροῦ. ἢ ὅτι οὐκ εἰς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ᾽ ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες.