Ancient Greek
Section 60
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 60
Not analysed yet
Διὰ τί ὑπαλειφθέντες κολλύριον στυπτικόν, μεμυκότες μὲν τοὺς ὀφθαλμούς, ἧττον τῆς στύψεως ἀντιλαμβάνονται ἀνοίξαντες δὲ τούτους, σφοδρότερον τῆς στύψεως ἀντιλαμβάνονται; διότι μεμυκότα τὰ βλέφαρα τὸν κερατοειδῆ ὑμένα ἠρεμεῖν ποιοῦσιν· ἐπηρεμοῦντος οὖν τοῦ βολβοῦ, τὸ ὑπαλειφθὲν παρεμφράσσον τοὺς πόρους, τῆς ἰδίας στύψεως ἀντίληψιν ἥττονα παρέχει· ἀνοίξαντες δὲ τὰ βλέφαρα, εἰκότως μᾶλλον τῆς στύψεως ἴσχομεν τὴν ἀντίληψιν. τῇ γὰρ συνεχεῖ κινήσει τοῦ ὀφθαλμοῦ, ὁ βολβὸς πρὸς τὰ βλέφαρα παρατριβόμενος, θερμασίας αἴτιος γίνεται ταύτης δὲ ἀποτελεσθείσης, οἱ λόγῳ θεωρητοὶ πόροι χαυνοῦνται καὶ ἀνευρύνονται· ἀνευρυνθέντων δὲ τούτων, ἀνάγκη δέχεσθαι, ὡς εἰπεῖν, τοὺς λόγῳ θεωρητοὺς ὄγκους τοῦ κολλυρίου· ὅθεν στυπτικωτέραν παρέχει τὴν στύψιν. Ἢ ὅτι ἐν τῷ διάγειν τοὺς ὀφθαλμοὺς μετὰ τὴν ὑπάλειψιν συμπεριδονούμενον τῷ βολβῷ τὸ κολλύριον, λεπτύνεται· ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν· ὅσῳ τοίνυν λεπτύνεται, τοσούτῳ τὴν ἀντίληψιν παρέχει τῆς στύψεως.