Ancient Greek
Section 61
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 61
Not analysed yet
Διὰ τί οἱ φρενιτικοὶ καὶ οἱ μεμηνότες ἐν τοῖς παροξυσμοῖς ἰσχυρότεροί τέ εἰσι καὶ τὴν δύναμιν ἐπιτεb ταμένην ἔχουσι; ῥητέον, ὅτι θρασύνονται μὲν ὑπὸ τῆς παρακοπῆς· δύσκαμπτον δὲ αὐτοῖς ἐστι τὸ σῶμα ἀπὸ τῆς ἄγαν σφίγξεως. διὰ τοῦτο δὲ εἰς ἄνεσιν ἐλθόντες ἀτονοῦσιν, οὐ γινόμενοι ἀπὸ τοῦ κρείττονος χείρονες, ἀλλὰ τῆς σφίγξεως ἀνεθείσης.