Ancient Greek
Section 64
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 64
Not analysed yet
Διὰ τί τὸ θαλάσσιον ὕδωρ ἁλμυρὸν τυγχάνον, ἑψηθὲν ἐπὶ πολύ, γλυκύτερον γίνεται; ἕψεται δὲ ἕως ἀποτριτωθῇ. Ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ ἐκ μεγάλων ὄγκων συνεστὼς λεπτύνεται καταδιαιρούμενον ὑπὸ τοῦ πυρός. μεταβολὴν τοίνυν ἐσχηκός, διὰ τὸ ἀπὸ παχέως εἰς λεπτὸν καταστῆναι, τῷ ἀποβεβληκέναι τὴν προτέραν ποιότητα, γέγονεν ἀντὶ ἁλμυροῦ γλυκύ.