Ancient Greek
Section 65
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 65
Not analysed yet
Διὰ τί οἱ πάνυ φλεγμαίνοντες ὀφθαλμοὶ τραχύτητός τινος συναίσθησιν παρέχουσι τοῖς κάμνουσιν; ἢ λήμης ἐπιγενομένης καὶ τῷ ἄνω βλεφάρῳ ὑπεισελθούσης; ὁ τραχυσμὸς ἀποτελεῖται; ἢ διὰ τὸ τὰ ἔνδον ἀνωμάλως καταπλέκοντα τὸ βλέφαρον ἀγγεῖα κυρτοῦσθαι, καὶ οὕτω τὴν τραχύτητα ἐπάγειν;