Ancient Greek
Section 66
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 66
Not analysed yet
Διὰ τί γίνεται ἐν ὀφθαλμῷ λήμη; ἢ ὅτι τῶν ὑμένων τοῦ ὀφθαλμοῦ ὥσπερ ἐξ ἐπικαύσεως ἄγαν πυρωθέντων, διὰ τὴν πλεόνασιν καὶ δυσδιαφορησίαν τῶν πόρων ἐπεχομένου τοῦ ὀφείλοντος θερμοῦ ἐκ τοῦ βάθους διαφορηθῆναι ἀποτελεῖται; ἢ ὅτι τὰ ἐν τῷ ὀφθαλμῷ κατὰ φύσιν ὑγρά, ἀναξηρανθέντα καὶ οἱονεὶ φρυγέντα ὑπὸ τῆς τοπικῆς πυρώσεως, τῆς λήμης γένεσιν ἀποτελεῖ;