Ancient Greek
Section 70
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 70
Not analysed yet
Διὰ τί ἐπὶ τῶν ῥοωδῶς πυρεσσόντων, διαφορήσεως οὔσης καὶ ἀποικονομήσεως τῶν ἐν ἡμῖν, θερμασία τις ἐπιφαίνεται τούτοις, καὶ ὁ σφυγμὸς μέγας; ὅτι τῆς παρακειμένης ὕλης λεπτυνομένης ἐπὶ πολύ, ἡ διαφόρησις γίνεται· τῇ δὲ ποιᾷ παρόδῳ τῶν ὄγκων καὶ παρατρίψει, ἡ ποιὰ θερμασία ἀποτελεῖται. καὶ οὔ φαμεν ὁμοίως τοῖς τεγνοπα2ο θοῦσι τὴν θερμασίαν ἔχειν τοὺς ῥοωδῶς πυρέσσοντας· ἀλλ᾽ οὐδὲ μὴν τὸν σφυγμόν· κατὰ δὲ σύγκρισιν τῶν ὑγιαινόντων. ἔσται δέ σοι τοῦτο πρόδηλον κἀκ τῶν λουσαμένων ἢ γυμνασίᾳ χρμένων, ἐφ’ ὧν χαλῶνται μὲν οἱ πόροι, λεπτύνεσθαι δὲ συμβαίνει τὰ παρακείμενα καὶ διαπνεῖσθαι προδήλως τὴν θερμασίαν· γίγνεσθαί τε καὶ εἶναι πλείονα ἢ κατὰ φύσιν, καὶ τὸν σφυγμὸν σφοδρότερον, καὶ μέγεθος ἴσχειν· τὴν γὰρ δυσκινησίαν καὶ τὸ βάρος ὑπὸ τῆς μειωθείσης δυνάμεως ἀποτελεῖσθαι.