Ancient Greek
Section 71
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 71
Not analysed yet
Διὰ τί πρὸς τὴν τροφὴν οἱ πυρέξαντες ἀνορέκτως ἔχουσιν; ἢ ὅτι ἡ ὄρεξις ἐν συμμετρίᾳ τινί ἐστι τῶν ἐν στομάχῳ καὶ κοιλίᾳ πόρων; ἣν συμμετρίαν εὔλογον οὐχ ὑγιῆ μένειν, ἤτοι διαστάντων ἐπὶ πλεῖον τῶν πόρων, ἢ μυόντων.