Ancient Greek
Section 75
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 75
Not analysed yet
Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἀμβλυωποῦσι καὶ δακρύουσι συνεχῶς; ὅτι ἐπὶ τὴν κεφαλὴν ἀναδιδομένης ὕλης (ἀεὶ γὰρ ἐπὶ τὰ πεπονθότα αἱ ὕλαι φέρονται) πολὺ μέρος φέρεται ἐπὶ τοὺς ὀφθαλμούς, καὶ τοῦτ᾽ εἰκότως, διὰ τὸ ἀνεῷχθαι διὰ τὸ πλῆθος τῆς λεπτομερείας, ὃ γίνεται διὰ τὴν συνεχῆ κίνησιν αὐτῶν. [ἢ] καὶ πῇ μὲν δακρύουσι διὰ τὸ πλῆθος τῆς ἐπιφορτιζούσης τὰ μέρη ὕλης· πῇ δὲ ἀμβλυωποῦσι διὰ τὸ ἐπιολοῦσθαι τὸ κατὰ φύσιν πνεῦμα, τὸ διοδεῦον διὰ τῶν ὁρατικῶν πόρων τῇ ἐπιμιξίᾳ τῆς 76. δοθείσης ὕλης.