Ancient Greek
Section 74
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 74
Not analysed yet
Διὰ τί οἱ ἀπεπτήσαντες ἐφθαρμένην ἀπερεύγουσι τροφήν; ὅτι διὰ τὸ πλῆθος τῆς προσαχθείσης, θερμασία πλείων γίνεται εἰς τὸ κύτος τῆς κοιλίας· καὶ αὕτη ἐμπλεομένη, φθείρει τὴν τροφὴν καὶ κνισσοῖ, οὐκ ἐκ τοῖς ἀραιώμασιν, ἀλλ᾽ ἐν τῷ κύτει.