Ancient Greek
ΠΕΡΙ ΟΙΚΟΝΟΜΙΑΣ.
Cassius Longinus, Ars rhetorica 2
Not analysed yet
Ἀλλὰ καὶ περὶ διηγήσεως λεκτέον, ὅτι καὶ διὰ πλειόνων καὶ ἐλαχίστων εἴποις ἄν τὴν δήλωσιν τῶν πραγμάτων, ἄν μὲν πολλὰ πράγματα, διὰ πολλῶν, ἂν δὲ ὀλίγα, διʼ ἐλαχίστων. ἐπεκδιδάξεις γὰρ εἰς προτάσεις ἄγων καὶ πολλὰς διηγήσεις τὰς ἐπὶ μέρους κατʼ εἶδος ὀνομάζων ἐν τοῖς προοιμίοις ὄ μέλλεις ἀποδεικνύειν καὶ διηγεῖσθαι εἰ γὰρ πάντα ἅμα ἀθρόως ἐρεῖς, ταράξεις τε καὶ ταραχθήσῃ.