Ancient Greek · ~128 min
ΚΕΦ. ΚΘ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΘ..1
Not analysed yet
Περίοδος Παύλου, ἐν ἧ περὶ θανάτου καὶ ἀνακλήσεως Εὐτυχοῦς διὰ προσευχὴσ ἐν Τρωάδι· παραίνεσις τὲ αὐτοῦ ποιμαντικὴ πρὸς τοὺς ἐν Ἐφέσω πρεσβυτέρους. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ παρακαλέσας, ἀσπασάμενός τε, ἐξῆλθε πορεύεσθαι εἰς Μακεδονίαν· διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Τοῦ Χρυσοστόμου. Ἔδει δὲ πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης· τοῦτο δὲ ποιήσας ἦλθεν εἰς Μακεδονίαν, ετͅτα εἰς τὴν Ἐλλάδα πάλιν δὲ διώκεται ὑπὸ bυδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν· πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; οὐ τοῦτο λέγει· ἀλλὰ προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποιοῦντες αὐτῷ· τὰς δὲ ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσι· προελθόντες ἀπὸ Φιλίππων, ἔνθα κατὰ τὸ δεσμωτήριον ἐγένετο· τρίτον τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις, διὸ καὶ ἐνδιατρίβει ἐκεῖ· “καὶ ἀσπασάμενος ,”φησὶν, “ἐξῆλθε. καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν· “καὶ παρακαλέσας λόγῳ “πολλῶ.” Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, 4ἐγένετο γνώμης ὑποστρέφειν διὰ Μακεδονίας. συνεί- πετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Πυρροῦ Be- ροιαῖος· Θεσσαλονικέων δὲ, Ἀρίσταρχος καὶ Σεκοῦν- δὸς, καὶ Γάιος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ, τυχικὸς καὶ τρόφιμος· οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν Tρωάδc ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. Τοῦ Αὐτοῦ. Ὄρα πανταχοῦ διὰ λόγων τὸ πλέον κατορθοῦντα, οὐ διὰ σημείων· συνεχῶς ἡμῖν αὐτὸν δείκνυσιν ἐπειγόμενον εἰς τὴν Συρίαν· τὸ δὲ αἴτιον ἡ ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· ἀλλ’ ὅμως κατεῖχε τὸν πόθον, καὶ τὰ ἐκεῖ κατώρθου· καίτοι οὐ μεγάλη ἡ Τρῶάς ἐστι· τι οὖν ἡμερῶν ἑπτὰ ποιοῦσι ; μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς· καὶ ἡμέρας ἑπτὰ διατρίψας, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνήλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξ- ιέναι τῆ ἐπαύριον, παρέτεινε δὲ τὸν λόγον μέχρι μεσονυκτίυο· ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Τοῦ Χρυσοστόμου. Πεντηκοστὴ τότε ἦν· ὅρα πῶς πάντα πάρεργα ἢν τοῦ κηρύγματος· καὶ κυριακὴ ἢν· “μέχρι μεσονυκτίου,” φησίν· οὐδὲ νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυ- χίας οὔσης· ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ’ αὐτὸν τοῦ δείπνου τὸν καιρόν· ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ μετ’ ὀλίγα—“Συνηγμένων δὲ ἡμῶν,” φησὶ, “κλάσαι ἄρτον πρὸς αὐτὸν τὸν καιρόν. ἀρχὴν λαβὼν ὁ λόγος παρέτεινεν ὡς ἐνδεικνύμενος πεινῆν· καὶ οὐκ ἦν ἄκαιρος, οὐ γὰρ προηγουμένως εἰς διδασκαλίαν καθῆκεν, ἀλλὰ συνῆλθον μὲν “κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου παρέτεινε τὴν διδασκαλίαν. ὅρα πῶς καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν· ἐμοὶ δοκεῖ καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθημένον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργον ἡγεῖσθαι. Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, καὶ κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν εἶπε, Τοῦ αὐτοῦ. Συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών· θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτημένον i, καὶ τὸ σημεῖον, οἷον· ἐπὶ θυρίδος ἐκάθητο ἀωρὶ τῶν νυκτῶν· τοσοῦτον ἦν ὁ πόθος τῆς ἀκροάσεως· αἰσχυνθῶμεν ἡμεῖς· ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε· καὶ νῦν δὲ Παῦλος διαλέγεται· μᾶλλον δὲ οὐδὲ τότε Παῦλος, οὐδὲ νῦν, ἀλλ’ ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει· οὐχὶ θυρὶς ἔστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι δὴ νεανίας ὣν, οὐκ ἦν ῥάθυμος· καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν κίνδυνον, μὴ κατενεχθῇ· οὐκ ἀπὸ ῥαθυμίας ἐνύσταξεν, αὖ ἀπὸ ἀνάγκης φύσεως· σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν. οὔπω γὰρ ἢν ἡ ἐκκλησία. Μῆ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν, ἀναστήσεται, ἐγερῶ γὰρ αὐτόν· ἀλλ’ ὅρα τὸ ἄτυφον αὐτοῦ καὶ παρακλητικὸν, “ἡ γὰρ ψυχὴ “αὐτοῦ ἐν αὐτῶ ἐστιν. Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Ἀμμωνίου. Σημειωτέον ὅτι καὶ ὁ Παῦλος νεκρὸν ἤγειρεν καλούμενον Εὔτυχον. Τοῦ Χρυσοστόμου. τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψε τὸν λόγον· ὁρᾶς τοῦ δείπνου τὸ ἀπέριττον· τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; “ἔμελλεν ἐξιέναι,” φησὶ, καὶ οὐδὲ ὁρᾶν αὐτοὺς λοιπόν. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅπως διενυκτέρευον· τοιαῦται τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς πρὸς ἀκρόασιν ἐπιτηδείους. *Παράπλους Παύλου ἀπὸ Ἐφέσου ἄχρι Καισαρείας τῆς Παλαιστίνης. Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον k, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ ἐντεταλμένος ἦν, ὡς μέλλων αὐτὸς πεζεύειν. ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν, ἤλθομεν εἰς τὴν Μιτυλήνην· κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου. τῇ δὲ ἑσπέρᾳ παρεβάλομεν εἰς Σάμον· καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῆ Ἀσίᾳ· Τοῦ αὐτοῦ. τὸν μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον αὐτὸς αἱρούμενος, ἐπέζευεν ἅμα, καὶ πολλὰ οἰκονομῶν, παιδεύων τὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἰεροσόλυμα. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον l. διὰ γὰρ τοῦτο ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν τὴν ἀνθρωπίνην ἦν· καὶ ἐπιθυμοῦντα αὐτὸν ὁρᾶς καὶ σπεύδοντα, καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις· οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι, τῆς μὲν φύσεως ἡμῖν τῆς αὐτῆς ἐκοινώνουν, τῆς δὲ παραινέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν· ὅρα γοῦν πόσα καὶ ἀφ’ ἑαυτῶν οἰκονομοῦσιν. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Τοῦ Αὐτοῦ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι καὶ μὴ παρορῶντα, ἀλλὰ καὶ τὸ πᾶν οἰκονομοῦντα· τοὺς ἄρχοντας μεταπεμψάμενος· δι’ ἐκείνων αὐτοῖς διελέγετο· ἄξιον δὲ θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν· καθάπερ Σαμουὴλ ὁ προφήτης, μέλλων παραδιδόναι τὴν ἀρχὴν τῷ Σαούλ. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν, ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων Κυρίῳ μεθ’ ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης, Τοῦ Αὐτοῦ. Ὅρα τι μάλιστα ἄρχουσι προσήκει· μισοῦντας, φησὶν, ὑπερηφανίαν, ὃ μάλιστα ἄρχουσιν ἁρμόζει· διὰ τὸ ἀνάγκην εἶναι ἀπονοίας αὐτοῖς τοῦτο ἧ υποθεσις τῶν ἀγάθων ὡσπερ οὖν ὁ Χριστὸς ἔλεγε, “μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὐχ ἁπλῶς δὲ τὸ ταπεινοφροσύνης, ἀλλὰ “μετὰ πάσης· πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης· ἐν λόγῳ· ἐν ἔργῳ· πρὸς ἄρχοντας· πρὸς ἀρχομένους· εἶτα τὸ ἥμερον πανταχοῦ· κοινωνίᾳ πολλῇ “μεθ᾿ ὑμῶν, φησιν, “ἐγενόμην δουλεύων τῷ Κυρίῳ·” κοινοποιεῖται τὰ κατορθώματα· οὐδὲν αὐτοῦ ἐξαίρετον. Ἀμμωνίου. Οὐχ ὡς ἐπαινῶν ἑαυτὸν ὁ Παῦλος καταλέγει τὰς προσούσας αὐτῷ ἀρετάς· ἄτοπον γὰρ καὶ μάλιστα πρὸς εἰδότας λέγειν, ἀλλ’ ἵνα μιμηταὶ αὐτοῦ γένωνται ἐν πᾶσι· καθὼς ἐν τέλει τῆς αὐτοῦ δημηγορίας φησὶ, πάντα ὑπέδειξα ὑμῖν· ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Διδύμου. Ἐπεὶ οὐ πᾶσι συμφέρει τὰ ὑπερφυῶς καὶ τῶν ἀληθῶν, τὰ βελτιοῦντα οἷς συμφέρει εἶπεν· αὐτοὺς δὲ μάρτυρας φέρει τοῦ οὕτω πεποιηκέναι· εἰ δὲ πρεσβύτεροι τῆς Ἐκκλησίας εἰσὶν ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἐπισκοπεῖν τὸ ποίμνιον τεθειμένοι, μήτις δὲ παράδοξον ἡγείσθω ἀκούων, μὴ ἑκάστῳ πάντα τὰ ἀληθῆ συμφέρειν· καὶ γὰρ αὕτη ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται τοῖς λαμβάνουσι πρὸς τὸ συμφέρον· τοῦ γὰρ λαμβάνοντος ἐλάττωσιν δηλοῖ, ἀλλ’ οὐ τοῦ διδομένου, μὴ δυναμένου δέξασθαι τὸ ὑπὲρ αὐτῶν ἐπὶ τῷ λυσιτελεῖ. Καὶ πολλῶν δακρύων καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι ἀλγεῖ τοῖς γινομένοις· ἐνταῦθα δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χοροῦ τοῦ χαίροντος ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ πάλιν λέγει νῦν, χαίρω ἐν τοῖς παθήμασι μου ὑπὲρ ὑμῶν. Τοῦ αὐτοῦ εκ τοῦ πρὸς Κολοσσαεῖσ. Εἰκότως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπὸ τῆς Ἐφέσου αὐτοὺς εἰς τὴν Μίλητον· διδασκάλοις γὰρ ἔλεγεν, ὥστε ἐκείνους μὲν καὶ τὸ συναλγεῖν ἀπαιτεῖ· τούτους δὲ τὸ κινδυνεύειν μόνον· ποίαν βούλει παραβαλεῖν πηγὴν τοῖς δάκρυσι τούτοις; τὴν ποτίζουσαν τὴν γῆν ἅπασαν; ἀλλ’ οὐδὲν ἶσαν ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγὴ, ψυχὰς ἐπότιζεν, οὐ γῆν· ἥτις ἡμῖν δεδρακυμένον ἔδειξε Παῦλον καὶ στενάζοντα· οὐ πολλῷ βέλτιον ἦν ἰδεῖν ἢ μυρίους χοροὺς φαιδρῶς ἐστεφανωμένους; Καὶ μετ’ ὀλίγα—τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φωτίζονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται καὶ αἰσθητὸν καὶ σωματικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέννυσι. μνημο- νεύωμεν τοίνυν αὐτοῦ τῶν δακρύων, καὶ πάντων καταγελασόμεθα τῶν παρόντων· ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων, “μακάριοι οἱ πεινῶντες· καὶ μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ “γελάσονται. Ὡς οὐδὲν τῶν συμμφερόντων ὑπεστειλάμην, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς Τοῦ Χρυσοστόμου. Ἐνταῦθα χαρακτῆρα διδασκαλίας δείκνυσι τὸ ἄφθονον, τὸ ἄοκνον· καὶ “τῶν συμφερόντων· ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν· ὥσπερ γὰρ τὸ τινὰ κρύπτεσθαι φθόνος, οὕτως τὸ πᾶν λέγειν ἀνοίας· διὰ τοῦτο προσέθηκε “τῶν συμφερόντων· οὐκ εἶπε μόνον, ἀλλὰ καὶ ἐδίδαξεν. ἘΞ ἀνεπιγράφου. Αὕτη διδασκάλῳ πρέπουσα ἡ παρρησία· οὗτος ὁ νόμος τοῖς ἐκκλησιῶν προισταμένοις συγγέγραπται· τοῦτο μὴ πράττοντας εὐθύνει παρὰ τὸ δικαστήριον ἐκεῖνο Χριστός. Δημοσίᾳ καὶ κατ’ οἴκους, διαμαρτυράμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τοῦ Χρυσοστόμου. Οὐχὶ πρὸς ὑμᾶς μόνον· ἐνταῦθα ἡ παρρησία· καὶ ὅτι κἂν μηδὲν ὀφελῶμεν λέγειν δεῖ· τὸ γὰρ διαμαρτύρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προσέχοντας λέγωμεν· τὸ γὰρ διαμαρτύρασθαι ὡς ἐπὶ πολὺ τοῦτο ἐστιν. Καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ Πνεύματι πορεύομαι εἰς Ἰερουσαλὴμ, τὰ ἐν αὐτῇ συμβησόμενά μοι μὴ εἰδὼς, Τοῦ αὐτοῦ. τοῦτο διατί φησι; παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους, καὶ τοὺς δήλους καὶ τοὺς ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. ἘΞ ἀνεπιγράφου. Εἰς τὸ δεδεμένος ὑποστίξαι δεῖ· ἵνα ᾖ διάνοια αὕτη· πορεύομαι εἰς Ἰερουσαλὴμ, προγνοὺς διὰ τοῦ Πνεύματος τὰ ἐσόμενα, πορεύομαι δέσμιος ὤν. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ πάντα ἴσασιν οἱ ἀλλ’ ὅσα ὑποβάλλει αὐτοῖς τὸ Ἅγιον Πνεῦμα· ἰδοὺ γὰρ προειπὼν ὡς προφήτης ὁ Παῦλος “ὅτι δεσμὰ καὶ θλίψεις με μένουσι,” καὶ ὅτι οὐκέτι ἤμελλον οἱ ἐν Ἐφέσῳ βλέπειν αὐτὸν, καὶ περὶ τῶν γενησομένων ἐν αὐτοῖς κακοπιστων καὶ αἱρετικῶν, τὸ ἐν εἶπεν ἀγνοεῖν· τὸ τί ἄρα ἔσται τούτων τὸ τέλος. πάντα γὰρ φανερώσας αὐτῷ ὁ Κύριος, ἐκεῖνο μόνον ἔκρυψεν ἀπ’ αὐτῷ, τὸ τί ἄρα ἔσται αὐτῷ μετὰ τὰ δεσμὰ καὶ τὰς θλίψεις· ἵνα μὴ ἐπαρθεὶς καὶ εἰδὼς ὅτι πάντα τεύξεται τούτου, διὰ ὑπεροψίας ἐκπέσῃ· ἀλλ’ εἴασεν αὐτὸ ἀμφίβολον αὐτῷ τὸ Πνεῦμα· ἵνα δεδιὼς τὸ τῆς σαρκὸς ἀσθενὲς, δεηθῇ τοῦ Θεοῦ ῥυσθῆναι ἐκ πειρασμῶν. Διδύμου. Ὁ ἑνωθεὶς τῷ Πνεύματι τῷ Ἁγίῳ δέδεται ἐν ὥστε μηδὲ κατὰ πόσον ἀποχωρίζεσθαι αὐτοῦ. ὁ οὕτω διαθέσεως ἔχων δέσμιός ἐστι Χριστοῦ, ἔχων τὸ Πνεῦμα αὐτοῦ· εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ, τοῦ ἔχοντος αὐτὸ, δηλονότι τὸν Χριστὸν ἔχοντος ἐν αὐτῷ· τούτοις τοῖς δεσμίοις συσφιγγόμενος καὶ ἐγκαλλωπιζόμενος τις γεννᾷ τοὺς παιδευομένους ὑπ’ αὐτοῦ, ἑαυτοῦ τὲ καὶ τοῦ Εὐαγγελίου δεσμοῖς· καὶ ἴε ἐκ τῆς γραφῆς ἐπιμαρτύρασθαι· ὡς αἱ μετουσίαι τῶν θείων τούτων δηλοῦνται τῷ ὀνόματι· φησὶ γὰρ ὁ Θεὸς πέρι τινων, “ἐξέτεινα “αὐτοὺς ἐν δεσμοῖς ἀγάπης ἕως ἐμοῦ·” καὶ ἔν τισιν ἀντιγράφοις τῶν Ψαλμῶν φέρεται· “τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. λεκτέον οὖν εἰς τὰ προκείμενα, ὅτι ἕτοιμος ὣν ὁ Ἀπόστολος περὶ τὸ δεσμοῖς ὑποβάλλεσθαι ὑπὲρ εὐσεβείας· ἀκούσας μὴ δεῖν εἰς Ιερουσαλὴμ ἀναβῆναι, διὰ τὸ πάντως ἐκεῖ γενόμενον θλίψεσι καὶ δεσμοῖς ὑποβληθήσεσθαι, φησὶ, δεδεμένον τῷ Πνεύματι νῦν ἐπείγεσθαι ἐπὶ τὴν ‘Ιερουσαλὴμ, οὐκ ἀγνοοῦντα τὰ ἐν αὐτῇ ἀπαντησομενα· ταύτης τῆς προαιρέσεως αὐτοῦ παραστατικὸν καὶ τὸ “καθημέραν ἀποθνήσκω· καὶ τὸ “ἀεὶ ἡμεῖς οἱ ζῶντες εἰς θάνα- “τον παραδιδόμεθα διὰ Χριστὸν ᾿Ιησοῦν·” εἰς τοῦτο λήψῃ τὸ ὑπὸ τοῦ ‘Υμνῳδοῦ m λεχθὲν, τὸ “ἐγὼ εἰς μάστιγας ἕτοιμος, ἐπεὶ δυνατὸν ὑποστίξαντας εἰς τὸ “δεδεμένος,” ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνῶναι τὸ “τῷ Πνεύματι πορεύομαι εἰς ‘Ιερουσαλήμ. Πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγων, Τοῦ Χρυσοστόμου. Ἴνα δείξῃ ὅτι ἑκὼν ἀπέρχεται· ἵνα δεσμὸν ἢ ἀνάγκην νομίσῃς, φησὶν, ὅτι “κατὰ πόλιν.” Καὶ μετ’ ὀλίγα —“Δεσμὰ καὶ θλίψεις με μένουσιν ὅτι μὲν πειρασμοὶ οἷδα· ὁποῖοι δὲ οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον. Πόλλας θλίψεις διαφόρως ὑπέμεινεν ὁ Παῦλος· καὶ τοῦτο δείκνυσι, λέγων ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ Ἐπιστολῇ· “εὐλό- “γητος ὁ Θεὸς ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει·” ἐξηγούμενος δὲ τὸ ῥητὸν τοῦτο ὁ τῆς Κωνσταντίνου πόλεως Ἐπίσκοπος, ὁ ἁγιώτατος Ἰωάννης, οὕτως φησὶν, “οὐκ εἶπεν ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, “ἀλλ’ ἐν τῷ θλίβεσθαι παρακαλῶν· τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν “δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπομονήν· ἡ γὰρ “θλίψις, φησὶ, “τὴν ὑπομονὴν κατεργάζεται·” τοῦτο καἰ ὁ προ- “φήτης ἔλεγεν· “ἐν θλίψει ἐπλάτυνάς μοι· οὐκ εἶπεν ὅτι οὐκ εἴα- “σάς με ἐμπεσεῖν εἰς θλῖψιν· οὐδ’ ὅτι παρήγαγε ταχέως τὴν “θλῖψιν, ἀλλ’ ὅτι μενούσης αὐτῆς ἐπλάτυνάς με· τουτέστι πο- “λὺν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν πάρεσχες.” Ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου. Ἕως οὗ, φησι, τελέσω “τὸν “χαρᾶς·” ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος καὶ παιδεύοντος ἐκείνους, καὶ συμπάσχοντος τοῖς γενομένοις οὐκ εἶπεν ὅτι ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν, ἀλλ’ οὐδὲ ἡγοῦμαί τι· τοῦτο πάλιν οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ’ ἐκείνους διδάσκων διὰ τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων, τὴν διδασκαλίαν, τὴν παρρησίαν. Καὶ μετ’ ὀλίγα —“Οὐ γὰρ ἔχω τιμίαν τὴν “ἐμαυτοῦ ψυχὴν, ἵνα ἀναστήσῃ αὐτῶν τὴν διανοίαν ταῦτά φησι, καὶ πείσῃ, μὴ μόνον μὴ φεύγειν, ἀλλὰ καὶ γενναίως φέρειν· διὰ τοῦτο “δρόμον καὶ διακονίαν” καλεῖ· τὸ μὲν δεικνὺς λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ ὀφειλόμενον ἀπὸ τῆς διακονίας. Τοῦ Χρυσοστόμου. Τί οὖν ἀπέρχῃ, εἰ δεσμὰ καὶ θλίψεις σε μένει ; διὰ τοῦτο αὐτὸ, ἵνα δεσμευθῶ διὰ Χριστόν· ἵνα ἀποθάνω δι’ αὐτόν· “οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω “ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” Ἀμμωνίου. Ἵνα κατὰ κοινοῦ λάβη τις τὸ “ποιοῦμαι·” ἀντὶ οὐ προτιμῶ τὴν ζωήν μου· ἀλλ’ οὐδὲ ἄλλου τινὸς ἀντιποιοῦμαι ἐν τῷ νῦν βίῳ, ἣ τοῦ ἐκτελέσαι τὴν διακονίαν μου, καὶ πειθαρχῆσαι τῇ τοῦ Κυρίου βουλῇ· οὐ γίνομαι κατὰ τὸν ‘Ιωνᾶν τὸν ἀπολιπόντα τὴν διακονίαν τοῦ κηρύγματος, ἴνα μὴ φανῶ, φησι, ψεύστης, ἐν ᾧ μὴ ἀποβαίνει τὰ παρ’ αὐτοῦ κηρυττόμενα. οὐ προτιμῶ δόξαν ἀνθρώπων τῆς διακονίας, οὐ χρήματα, οὐκ ἄλλο τι· τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ “οὐδενὸς λόγου ποιοῦμαι.” Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα, ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. Τοῦ Χρυσοστόμου. Ὥστε εἰκότως διαμαρτύρομαι μηκέτι παραγινόμενος, “ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, καὶ τὰ ἑξῆς. Διὸ μαρτύρομαι ὑμῖν ἐν τῆ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων· Τοῦ Αὐτοῦ. Ὀρᾶς πῶς φοβεῖ πεπονημένας αὐτῶν τὰς καὶ τεθλιμμένας ἐπιτρίβει· ἀλλ’ ἀναγκαῖον ἦν. Ἐξ Ἀνεπιγράφου. “Καθαρός εἰμι ἀπὸ τοῦ εἰ νυστάξαντες ἀποθανεῖτε ἀπὸ τοῦ φονευτοῦ τῶν ψυχῶν· τὸ γὰρ τοῦ διδασκάλου, φησὶ, πεποίηκα, τὸ ἀπαγγεῖλαι ὑμῖν τὴν βουλὴν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ τὸ θέλημα αὐτοῦ, ὡς ὁ Κύριος εἶπεν· “ἵνα πιστεύσωσιν εἰς τὸν μονογενῆ αὐτοῦ,” τὸν ἀποσταλέντα ἐξ οὐρανοῦ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν. Ἀμμωνίου. “Ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος καὶ ὀπίσω τοιοῦτόν τι ἐσημειωσάμην, ὅτι ὁ ψευδοδιδάσκαλος δίκην ὑπέχει ὑπὲρ τῶν ψυχῶν τῶν δεχομένων τὸν λόγον αὐτοῦ· ὡς τὸ αἷμα αὐτῶν, ὁ ἐστιν ἡ ζωὴ ἡμῖν, ἐκχέων· τὸ οὖν “καθαρός εἰμι” μᾶλλον τοῦτο σημαίνει· μαρτύρομαι, ὅτι ἡ διδασκαλία μου οὐδένα τῆς αἰωνίου ζωῆς ἀποστερεῖ, ἀλλὰ προτίθησι καὶ οὐρανῶν βασιλείαν· ὁ οὖν μὴ πειθαρχῶν μοι, ἑαυτὸν αἰτιάσθω ὡς φονέα· ἀθῷος γάρ εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκουόντων τῶν λόγων κα μὴ πιστευόντων. Διδύμου. Ὁ ἐν τῷ διδάσκειν τοὺς ὠφελεῖσθαι δυναμένους βλάπτων τινὰ αὐτῶν, καὶ ἐν τούτῳ μιμητὴς Παύλου γενόμενος, ἐρεῖ καθαρὸς εἶναι ἀπὸ τοῦ αἵματος πάντων τῶν ἀκροατῶν, σφάττοντος δηλονότι τὸν μανθάνοντα δι’ ἀπάτης τοῦ διδάσκοντος· ὡς ἐκχεῖσθαι αὐτοῦ τὴν ζωτικὴν δύναμιν τῆς ψυχῆς, αἷμα ἀλληγορικωτερον ὠνομασμένην. πρὸς τῇ προκειμένῃ φωνῇ παρρησιάζεται, ὡς διεστείλατο αὐτοῖς πᾶσαν τὴν τοῦ Θεοῦ βουλὴν, ἀπαγγείλας αὐτὴν αὐτοῖς· εἶτα ἐπεὶ καθάπαξ λεγομένη, πᾶσα ἡ τοῦ Θεοῦ βουλὴ ἀκατάληπτος τοῖς γενητοῖς ἐστι· “τίς γὰρ ἔγνω νοῦν Κυρίου ; ἐπιστατέον ποίαν ἔχει διάνοιαν τὸ προκείμενον· μή ποτ’ οὖν ἐπεὶ πρόσκειται τὸ ἀπήγγειλα ὑμῖν, σημαίνεται, ὡς “πᾶσαν ἐκείνην “τὴν βουλὴν” λέγει, ἣν δυνατὸν εἰπεῖν καὶ ἀκοῦσαι ἀνθρώποις· συμφωνήσει γὰρ ταύτῃ τῇ νοήσει καὶ τὸ “ἐκ μέρους γινώσκομεν· καὶ γὰρ αὕτη ἡ γνῶσις, ὡς πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι, μερική ἐστιν αὐτὴ καθ’ ἑαυτὴν, ὡς τοιαύτη οὔσῃ καὶ πληρεστάτη οὖσα· δυνατὸν δὲ “πᾶσαν βουλὴν Θεοῦ λέγεσθαι, τὴν περὶ τῆς δόσεως τοῦ νόμου καὶ προφητῶν καὶ τοῦ Εὐαγγελίου οἴονται γὰρ πᾶσαν αὐτὴν ἀπαγγέλλεσθαι διδασκαλικῶς. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν. Ἄρα ὁ μὴ λέγων ὑπεύθυνός ἐστι τοῦ αἵματος, τουτέστι τῆς σφαγῆς· οὐδὲν τούτου φοβερώτερον. δείκνυσιν ὅτι κἀκεῖνοι ἃν μὴ ποιῶσιν, ὑπεύθυνοι εἰσι τοῦ αἵματος· καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Ἀμμωνίου. Σημειωτέον, ὅτι οὐδὲν ὠφελεῖ ὁ διδάσκαλος τοὺς πιστοὺς τῶν ὅσα πρὸς θεοσέβειαν ἄγει. Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, Τοῦ Αὐτοῦ. Ὀρᾶς δύο προσέταξεν· οὔτε γὰρ τὸ μόνον ἔχει κέρδος· “φοβοῦμαι γάρ, φησι, “μήπως ἄλλοις κη- “ρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· οὔτε τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι ἔχει· ὁ γὰρ τοιοῦτος φίλαυτος, καὶ τὸ ἑαυτοῦ ζητεῖ· καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἶσος ἐστίν· οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ’ ἐπειδὴ ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνομεν. “ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ Κυρίου ἐστὶν ἡ Ἐκκλησία. Ὁρᾶς παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Ἀμμωνίου. “Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκό- “πους·” σημειωτέον ὅτι οὓς ὀπίσω ἐκάλεσε πρεσβυτέρους, ὧδε ἐπισκόπους καλεῖ· ἤτοι καὶ διὰ τὸ τοὺς πρεσβυτέρους ἀνάγκην ἔχειν ἐποπτεύειν τὰ τῆς Ἐκκλησίας λογικὰ ποίμνια· μήτις ἀσθενεῖ τῇ πίστει, μήτις πεινᾶ ἣ δίψᾳ, ἣ ἐλέγχου καὶ ἐπιστροφῆς δεῖται, κατὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· ἣ καὶ ἐπισκόπους ὧδε τοὺς Ἐπισκόπους λέγει. Διδύμου. “Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, τὰ ἑξῆς· ἐπεὶ μὴ ἐκ φύσεως, ἀλλ’ ἐξ οἰκείας τῆς ἐκ τοῦ ἐφ’ ἡμῖν ἀρετῆς χειροτονεῖταί τις εἰς ἐπισκοπὴν ὑπὸ τοῦ Ἁγίου Πνεύματος, ἐκπεσεῖν δυνατὸν τοιαύτην τάξιν ἔχοντα τινὰ, εἰ μὴ προσέχοι. εἰ γὰρ διὰ κατασκευὴν οὐσίας ὡρίζετό τις ποιμὴν εἶναι τῆς Ἐκκλησίας, ἀμεταπτώτως εἶχεν, ἣν ἔσχεν ἀρχήν· λέγειν δὲ μὴ μόνον προσέχειν δεῖν ἑαυτοῖς τοὺς ἐπισκόπους, ἀλλὰ καὶ τῷ ποιμνίῳ ὃ περιεποιήσατο ο ὁ Σωτῆρ’ τῷ ἰδίῳ αἵματι· καὶ ὥσπερ ὁ ἑαυτῷ προσέχων, καὶ τὴν προσοῦσαν ἀρετὴν καὶ εὐσέβειαν τηρῶν, οὐκ ἐκπεσεῖται, ὡς ὁρμῆσαι ἐπὶ τὸ λέγειν διεστραμμένα κατὰ ψευδοδοξίαν ἤτοι ἐριθείαν, πρὸς τὸ ἀποσπᾶν τοὺς Χριστοῦ μαθητὰς ἐπὶ τῷ ἑαυτὸν μιμεῖσθαι καὶ ἕπεσθαι αὐτῶ, οὕτω καὶ τῷ ποιμνίῳ δεῖ προσέχειν, ἀποστρέφοντα ἀπ’ αὐτῶν τοὺς ψευδαποστόλους λύκους, βαρεῖς ὄντας, ζῶντας ἐπὶ λύμῃ τῶν προβάτων· ἀποστρέφει δέ τις τούτους, δυνατὸς ὣν τοὺς λέοντας ἐπιστομίζειν, τῷ διαλύειν τὰς ἀπατηλὰς αὐτῶν διδασκαλίας· εἰς τοῦτο ληπτέον τὰ περὶ αὐτῶν εἰρημένα, “ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες” ἀποστρέφει δὲ τοὺς οὕτω λύκους, καλὸς ὣν ποιμὴν, ὁ τεθειμένος ὑπὸ τοῦ Πνεύματος ἐπισκοπεῖν τὴν Ἐκκλησίαν· τοῦ μισθωτοῦ, καὶ οὐ ποιμένος ὄντος, φεύγοντος, ἐρχομένου τοῦ λύκου ἐπὶ τῷ σκορπίσαι καὶ ἀπολέσαι τὰ πρόβατα· μισθωτὸς δὲ καὶ οὐ ποιμήν ἐστιν, ὅτι κέρδει καὶ μισθῷ προιστάμενος τοῦ κοινοῦ, ἀλλ’ οὐ διὰ τὸ συμφέρον. ἐπιστα- Χ Χ τέον δὲ ὡς τὸ Ἅγιον Πνεῦμα ποιμένας καὶ ἐπισκόπους τίθησι τῇ Ἐκκλησίᾳ, ὡς καὶ ὁ Θεὸς τίθησιν ἐν τῇ Ἐκκλησίᾳ “πρῶτον Ἀπο- “στόλους,” καὶ τὰ ἑξῆς. Ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου, ἘΞ ἀνεπιγράφου. Πολλοὶ τῶν ἀνοήτων, μᾶλλον δὲ τῶν σφόδρα πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς διακειμένων, διαβάλλουσι τοὺς λέγοντας, σῶμα καὶ αἷμα Θεοῦ τὸ σωτήριον· οἷς ἀναγκαῖον αὐτὰ παραθεῖναι τοῦ Κυρίου τὰ ῥήματα· τίνα δέ ἐστιν, ἄκουε αὐτοῦ λέγοντος, “ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ ἔχει “ζωὴν αἰώνιον· ἐγὼ εἰμὶ ὁ ἄρτος τῆς ζωῆς.” “οἱ πατέρες ὑμῶν,” πρὸς Ἰουδαίους λέγων, “ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέ- “θάνον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ἵνα τις “ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ· ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ “τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω αὐτῷ, ἡ σάρξ μου ἐστὶν “ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” Καὶ πάλιν μεθ’ ἕτερα—“Ἀμὴν, “ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώ- “που, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ “τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώ- “νιον· κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ “μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἱμα μου ἀληθής ἐστι πόσις· ο τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, “κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ “τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ.” Καὶ πάλιν—“Ὁ τρώγων τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. ὁρᾶς πανταχοῦ αὐτὸν ἐσθίεσθαι λέγει, καὶ οὐχ ἕτερα ἐν ἑτέρῳ· τούτοις οὖν τοῖς δεσποτικοῖς ῥήμασι πειθόμενος ὁ μαθητὴς, τὴν Ἐκκλησίαν αὐτοῦ λέγει λελυτρῶσθαι τῷ ἰδίῳ αἵματι· “ἣν” γάρ φησι “περιεποιήσατο ὁ Θεὸς διὰ τοῦ αἵματος τοῦ ἰδίου· θάρρει, οὖν ὦτ’ ἄνθρωπε, τούτοις πειθόμενος τοῖς λόγοις· καὶ μηδὲν ἐνδοιάσεις ἀκούειν ὥσπερ Ἰουδαῖοι, αἷμα καὶ σῶμα Θεοῦ τὸ σωτήριον, δι’ οὗ λυτρωθεὶς υἱὸς Θεοῦ γέγονας, καὶ κληρονόμος, ἐὰν θέλῃς, τῆς αἰωνίου ζωῆς. Ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. Τοῦ Χρυσοστόμου. Δείκνυσι τίμιον τὸ πρᾶγμα, ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος· εἴγε οὐδὲ τοῦ ἰδίου αἵματος ἐφείσατο· ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γινομένους ἰσχύεις κατασχεῖν. Ἐγὼ οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου, εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Τοῦ Αὐτοῦ. πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων· ὥσπερ ὅταν λέγῃ· “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα “καὶ σάρκα·” “ὅτι εἰσελεύσονταί,” φησι,” μετὰ τὴν ἄφιξίν “μου λύκοι βαρεῖς· διπλοῦν τὸ κακὸν, ὅτι τὲ αὐτὸς οὐ πάρεστιν, ὅτι τὲ ἕτεροι ἐπιθήσονται· τι οὖν ἀπέρχῃ εἰ p τοῦτο προοῖδας; τὸ Πνεῦμά με ἕλκει· καὶ “λύκοι βαρεῖς οὐ φειδόμενοι τοῦ ποιμνίου· καὶ τὸ χαλεπώτερον, ἐξ ὑμῶν αὐτῶν τὸ βαρύ· ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ, περισπούδαστον σφόδρα τὸ πρᾶγμα· Ἐκκλησία γάρ ἐστι· μέγας ὁ κίνδυνος· αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο· πολὺς ὁ πόλεμος καὶ διπλοῦς. Κυρίλλου Ἀλεξανδρείασ. Ἵνα μὴ ξενιζώμεθα τῶν αἱρετικῶν τὰ ἐκβράσματα, Πνεύματι Ἁγίῳ ἀσφαλιζόμενος ἡμᾶς ταῦτά φησι. Ἀμμωνίου. Τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν· ὁ γὰρ τῶν αἱρετικῶν σκοπὸς σπουδάζει περιποιῆσαι ἑαυτοῖς λαὸν, οὐ τῷ Κυρίῳ· ἵνα ἑαυτοῖς καυχῶνται, ἐμφερομένου αὐτοῖς τοῦ ὀνόματος τῶν αἱρετικῶν, ἵνα ἐξ αὐτοῦ χρηματίζωσιν· οἷον ἐκ Μάνη, Μανιχαῖοι· ἐξ Ἀρείου, Ἀρειανοί· ἐκ Νεστορίου, Νεστοριανοί· καὶ ἄλλα αἱρέσεων εἴδη· τοῦτο προαναστέλλων αὐτὸς ὁ Παῦλος ἐπιστομίζει, καὶ μέμφεται τοὺς λέγοντας· “ἐγὼ μὲν εἰμὶ “Παύλου· ἐγὼ δὲ Ἀπολλῶ· ἐγὼ δὲ Κηφᾶ·” μὴ θέλων ἐξ ὀνομασίας ἀνθρώπου δηλοῦσθαι αὐτῶν τὸ σύστημα, ἀλλ’ ἐκ τοῦ Χριστοῦ, Χριστιανοὺς πάντας ὀνομάζεσθαι θέλων· κἂν παρὰ διαφόρων διδασκάλων κατηχήθησαν. ὅταν οὖν οἱ πάντες ἕνα σκοπὸν ἔχωσιν οἱ διδάσκαλοι, τὸ τὴν ἀληθῆ καταγγεῖλαι πίστιν, σβεννυ- μένου τοῦ ἐξ ἰδικοῦ διδασκάλου χρηματίζειν τοὺς μαθητὰς, τῷ κοινῷ ὀνόματι καλοῦνται Χριστιανοί· εἰ δέ τι παρατρώσουσι τῶν τῆς Ἐκκλησίας δογμάτων οἱ καθηγηταὶ, σβεννυμένης τῆς καθολικῆς προσηγορίας, ἐπὶ τὸ ἰδικὸν τοῦ διδάξαντος ἀνάγονται ὄνομα. Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Δεῖ τὸν διδάσκαλον συμπαθῆ εἶναι, καὶ ἀνενδότως διδάσκοντα νυκτὸς καὶ ἡμέρας. Τοῦ Χρυσοστόμου. Ὅρα πάσαι ὑπερβολαί· μετὰ δακρύων καὶ νύκτα καὶ ἡμέραν· καὶ ἕνα ἕκαστον· οὐ γὰρ εἰ πολλοὺς εἶδε τότε ἐφίστατο, ἀλλ’ ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν· οὕτως γοῦν αὐτοὺς συνεκρότησεν· ἀρκεῖ τὰ παρ’ ἐμοῦ· τριετίαν ἔμεινα· ἱκανῶς ἐστερεώθησαν, φησὶν, ἱκανῶς ἐριζώθησαν. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι ὑμῖν τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Τοῦ Χρυσοστόμου. Ὅπερ ἐπιστέλλων ποιεῖ, τοῦτο καὶ συμβουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν τελευτᾷ· ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε λέγων· “ὅτι λύκοι βαρεῖς εἰς ὑμᾶς ἐλεύσονται,” ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραμυθίαν· “καὶ τὰ νῦν,” φησι, “παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, ἀδελφοὶ, καὶ “τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι τῇ χάριτι αὐτοῦ· ἡ χάρις σώζει· συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς χάριτος, σπουδαιοτέρους ποιῶν ὡς ὀφειλέτας, καὶ πειθῶν θαρρεῖν. Ἀμμωνίου. Δείκνυσιν ἀφανῶς καὶ λεληθότως, ὅτι ὁ Πατὴρ καὶ Θεὸς, καὶ ὁ τούτου Υἱὸς Ἰησοῦς, ὁ Θεὸς Λόγος ἔνεισιν· οὐ γὰρ εἶπε τοῖς δυναμένοις πληθυντικῶς, ἀλλ’ ἑνικῷ ὀνόματι τὴν μοναδικὴν οὐσίαν ἀμφοτέρων ἐσήμανεν εἰπὼν “τῷ δυναμένῳ·’ ὥστε οὖν καὶ τὴν μίαν οἴδαμεν Πατρὸς καὶ Υἱοῦ οὐσίαν, καὶ ὅτι δύο εἰσὶ καὶ ὑφίστανται, οὐκ ὀνόμασι ψιλοῖς δηλούμενοι, ἀλλ’ ἀληθείᾳ ὑφιστάμενοι, ἐκ τῶν νῦν τῷ Παύλῳ λεγομένων εἰς καταρτισμὸν τῶν τῆς Ἀσίας ἐκκλησίων. Ἀργυρίου ἣ χρυσίου ἣ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· Τοῦ Χρυσοστόμου. τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαργυρίαν· “ἀργυρίου,” φησιν, “ἢ χρυσίου· οὐκ εἶπεν, οὐκ ἀλλ’ οὐδὲ ἐπεθύμησα· οὐδὲ μέγα τοῦτο· τὸ δὲ ἑπόμενον μέγα· “ὑμεῖς ἐπίστασθε· ὅτι ταῖς χρείαις μου, καὶ τὰ ἑξῆς. Εξ Ἀνεπιγράφου. Νόμον τίθησι τοῖς διδασκάλοις, οἰκονομεῖν τὰ καθ’ ἑαυτούς· μεγίστης γὰρ ὡς ἀληθῶς παρρησίας τοῖς κηρύττουσι τὸ Εὐαγγέλιον, τὸ μηδενὸς τῶν ἐπιγείων ἡττᾶσθαι. Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ ἀποστρέφεσθαι τὴν φιλαργυρίαν, καὶ μηδενὸς τὸ σύνολον τῶν ἐπὶ γῆς ἐπιθυμεῖν. Διδύμου. Μεγίστη παρρησία παιδεύοντος κατὰ τὸ Εὐαγγέλιον, τὸ μηδὲν τῶν συμπληρούντων πλοῦτον ἡττᾶσθαι· λέγονται δὲ αἱ προκείμεναι λέξεις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς τεθεῖσιν ἐπισκοπεῖν τὴν Ἐκκλησίαν, καὶ μέγιστός γε ἔπαινος τὸ μὴ ἐπιθυμεῖν ἀλλοτρίου πλούτου· πόρρω γὰρ πάσης ἀδικίας ἡ τοιαύτη πρόθεσις. Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν τῷ ἔργῳ κεχρημένον οὐχ ἁπλῶς ἀλλὰ κοπιῶντα· ὅρα πῶς ἐργάζετο μετὰ σπουδῆς ἄνθρωπος, νύκτα καὶ ἡμέραν διαλεγόμενος. Τοῦ Αὐτοῦ. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς Ἐπιστολῇ φησὶν, “ἐργάζεσθαι ἐν ταῖς χερσὶν ὑμῶν·” ποῦ εἰσὶν οἱ ἔργον ζητοῦντες τὸ πνευματικόν; ὁρᾶς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν εἰπὼν, “ταῖς χερσὶν ὑμῶν·” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσί; ἆρα παννυχίδας; ἀλλὰ χαμευνίαν οὐδεὶς τοῦτο ἃν εἴποι· ἀλλὰ περὶ εργου q φησὶ του πνευματικοῦ· πνευματικὸν γὰρ οὕτως ἐστι, τὸ τὸν ἐργαζόμενον ἑτέροις παρέχειν· καὶ οὐδὲν ἶσον τούτου. Ἀμμωνίου. Σημειωτέον ὅτι ἡ ἀληθὴς ἐλεημοσύνη τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι τοῖς ἐνδεέσι. Διδύμου. Τοῖς προισταμένοις τῆς Ἐκκλησίας λέγεται ταῦτα, ἵνα πρὸς τοῖς ἄλλοις μιμηταὶ τοῦ λέγοντος κρίναντες εἰναι, λή ψεως χρημάτων ἀπέχονται· ἐμφαίνει γὰρ τοῦτο τὸ ἐπιφερόμενον ἑξῆς· τὸ “πάντα ὑπέδειξα ὑμῖν, ὅτι δεῖ κοπιῶντας ἀντιλαμβά- “νεσθαι τῶν ἀσθενούντων,” ἐπικουροῦντας αὐτοῖς· ὑπάρξεται δὲ τοῦτο, εἰ διὰ μνήμης οἱ λόγοι τοῦ Κυρίου μένοιεν εἰρηκότος, “μακάριον εἶναι μᾶλλον τοῦ λαμβάνειν τὸ διδόναι.” ὅθεν προκρινέσθω τοῖς ἐπισκόποις τὸ διδόναι. Καὶ πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦ Χρυσοστόμου. Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· “ὑπέδειξα” διὰ τῶν ἔργων, ὅτι οὕτως κοπιῶντας δεῖ ἐργάζεσθαι· καὶ οὐκ εἶπεν ὅτι κακὸν τὸ λαβεῖν, ἀλλὰ βέλτιον τὸ μὴ λαβεῖν. Καὶ μετ’ ὀλίγα—Τοῦτο συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς· ἐπεὶ ἐκ τῶν ἀλλοτρίων διδόναι οὐ καλόν. Μνημονεύετε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, μακάριόν ἐστι μᾶλλον διδόναι ἣ λαμβάνειν. Τοῦ Αὐτοῦ. Καὶ ποῦ εἶπεν; ἴσως ἀγράφως παρέδωκαν οἱ Ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον· καὶ γὰρ ἔδειξε τὴν παρρησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παρρησίας, τὴν ταπεινοφροσύνην, τὴν ἀκτημοσύνην· τοῦτο δὲ τῆς ἀκτημοσύνης μεῖζον· εἰ γὰρ ἐκεῖ “πώλησόν σου,” φησι, “τὰ ὑπάρχοντα, εἰ θέλεις “τέλειος εἶναι,” ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν, καὶ ἑτέρους τρέφῃ· τί τούτου ἶσον; εἷς βαθμὸς, ῥίψαι τὰ αὐτοῦ· δεύτερος, ἑαυτῷ ἐπαρκεῖν· τρίτος, καὶ ἑτέροις· τέταρτος, τὸ καὶ κηρύττοντα ἐξουσίαν ἔχοντα λαμβάνειν, μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων οὗτος βελτίων ἦν. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσι r προσηύξατο. Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς κατανύξεως πολλὴ ἡ παράκλησις τὸ εἰπεῖν “παρατίθεμαι ὑμᾶς τῷ Κυρίῳ.” Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ τὸν συνταττόμενον εὐχὴν καὶ γονυκλισίαν ποιεῖσθαι σὺν πᾶσι τοῖς παροῦσι, καὶ οὕτως αποχωρεῖν. Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν. Τοῦ Χρυσοστόμου. τὴν διάθεσιν δείκνυσιν ἐκ τοῦ εἰπεῖν “ἐπὶ “τὸν τράχηλον,” ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ πολλὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ φίλτρον. Ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον· ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, Τοῦ Χρυσοστόμου. Δείκνυσι τὴν βίαν τῶ εἰπεῖν “ἀποσπα- “σθέντες ἀπ’ αὐτῶν καὶ εἰκότως· εἰς γὰρ τὴν θάλασσαν αὐτοὺς λοιπὸν ἐμβῆναι οὐκ ἐνῆν. Εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ· τῆ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. Τοῦ Αὐτοῦ. Τί ἐστιν “εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ;” ἀντὶ τοῦ προήλθομεν· οὐδὲν ἐνδιετρίψαμεν ἐν ἑτέροις τόποις· εἶτα εἰς Ῥόδον· ὅρα αὐτὸν ἐπειγόμενον· “καὶ εὑρόντες πλοῖον διαπε- “ρῶν εἰς Φοινίκην· ἴσως ἐκεῖνο αὐτόθι διέτριβε, διὸ μετετίθουν ἀλλαχοῦ· καὶ οὐχ εὑρίσκοντες εἰς Καισαρείαν ἀπερχόμενον ἀλλ’ εἰς Φοινίκην, ἀνῆλθον· καὶ Κύπρον δὲ εἴασαν καὶ Συρίαν· τὸ γὰρ “καταλιπόντες αὐτὴν εὐώνυμον οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὅτι οὐδὲ ἐγγὺς γενέσθαι τῆς Συρίας ἔσπευδον· ἦλθεν οὖν εἰς Λυκίαν· καὶ τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ τὸ πλοῖον ἀπεφόρτιζε τὸν γόμον. Ἀνευρόντες δὲ τοὺς μαθητὰς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος, μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. Τοῦ Αὐτοῦ. Εἰ τοίνυν τὸ Πνεῦμα ἐκέλευε, διατί ἀντεῖπε; τουτέστι διὰ τοῦ Πνεύματος εἰδότες· οὐ γὰρ δὴ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο· οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον, ἀλλ’ ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ. Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα· προπεμπόντων δὲ ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσευξάμενοι ἠσπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι τὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. Τοῦ Αὐτοῦ. Πάλιν ἐκεῖ προσευχόμενοι διαλύονται ἀπ’ ἀλλήλων· “ἐξαρτίσαι,” τουτέστι πληρῶσαι τὰς τεταγμένας· “προπεμ- “πόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις·” ὅρα πόση ἡ παράκλησις ἢν. Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες, ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαίδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. τῆ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ’ αὐτῷ. τούτῳ δὲ ἦσαν παρθένοι θυγατέρες τέσσαρες προφητεύουσαι. Τοῦ Χρυσοστόμου. Θέα μοι πάσας τὰς ἡμέρας· μετὰ τὰ ἄζυμα εἰς Τρωάδα ἦλθον δι’ ἡμερῶν πέντε· εἶτα ἐκεῖ ἐποίησαν ἑπτὰ ἡμέρας· τὰς πάσας δώδεκα· εἶτα εἰς Ἄσσον, Μιτυλήνην, Τρώγιλιον· εἶτα εἰς Κῶ, Ῥόδον, Πάταρα· εἴκοσί μίαν· εἶτα βουληθῆναι πέντε εἰς Τύρον, κς΄· ἐκεῖ ἑπτὰ, λγ΄· Πτολεμαεῖς, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν, πλείους ἡμέρας· τότε λοιπὸν αὐτοὺς ἐκεῖθεν ἀνάγει ὁ προφήτης· οὕτως ἡ πεντηκοστὴ πληροῦται· καὶ ἐκεῖ αὐτὴν ποιεῖ· εἰς Καισάρειαν δὲ εἰσελθόντες παρὰ Φιλίππῳ, φησιν, ἐμείναμεν· “τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες “παρθένοι προφητεύουσαι·” ἀλλ᾿ οὐκ αὐταὶ προλέγουσι τῷ Παύλῳ, καίτοι προφητεύουσαι, ἀλλ’ Ἄγαβος. Ἀμμωνίου. Ὅτι τοῦ διακόνου Φιλίππου ἦσαν αἱ θυγατέρες· ὥστε οὖν ἐξῆν τῷ κοινωνήσαντι γάμῳ s διακονεῖν· σημειῶσαι δὲ ὅτι αἱ προφητίδες αἱ θυγατέρες αὐτοῦ παρθένοι ἦσαν, καὶ ὅτι ἤσκουν μᾶλλον δι’ εὐλάβειαν τοῦτο, ὥστε καὶ προφητείας ἠξιῶσθαι· εἰ μὴ δὲ ἦν περισπούδαστον, οὐκ ἃν προσέθηκεν ὁ συγγραφεὺς, ὅτι καὶ παρθένοι ἦσαν.