Ancient Greek · ~24 min
ΚΕΦ. Λ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. Λ..1
Not analysed yet
Ἀγάβου προφητεία περὶ τῶν συμβησομένων τῷ Παύλῳ ἐν Ἱερουσαλήμ. Ἐπιμένοντες δὲ ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ἄνδρα, οὑ ἐστὶν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν αὐτὸν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας ἐθνῶν. Τοῦ Χρυσοστόμου. Ἄγαβος, ὁ πάλαι τὸν λιμὸν μηνύσας οὗτος, “τὸν ἄνδρα τοῦτον οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν ἐν “Ἱερουσαλὴμ,” ὅπερ οἱ προφῆται ἐποίουν, καὶ ὄψει τὲ γινόμενα ὑπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζηκιὴλ τοῦτο καὶ οὗτος ἐποίησε· καὶ τὸ δὴ χαλεπὸν, ὅτι εἰς χεῖρας ἐθνῶν παραδώσουσιν· ὅρα δὲ αὐτὸν, ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυεν, οὐ πειθόμενον. ἐν Πτολεμαίδι μίαν μένουσιν ἡμέραν· ἐν δὲ Καισαρείᾳ πλείους· ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται· οὐκ εἶπε δὲ Ἄγαβος ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συνθήκης λέγειν, ἀλλὰ “τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη.” Ὅρα· καὶ ζώνην εἰχεν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τὲ καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Τοῦ Χρυσοστόμου. Πολλοὶ, φησὶ, παρεκάλουν μὴ ἀνελθεῖν, καὶ οὐδὲ οὐτῶ ὑπήκουσεν, ὁρᾶς ἴνα γὰρ μὴ ἀκούσας νομίσῃς ἀνάγκης εἶναι τὸ “δεδεμένος τῷ Πνεύματι πορεύομαι·” μηδὲ ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Τότε ἀπεκρίθη ὁ Παῦλος, τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, τοῦ Κυρίου τὸ θέλημα γινέσθω. Τοῦ Αὐτοῦ. Ἄλλοι ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων· “Τί ποιεῖτε γάρ’ φησι, “κλαίοντες “καὶ συνθρύπτοντές μου τὴν καρδίαν;” οὐδὲν αὐτοῦ φιλοστοργότερον· ὅτι ἑώρα δακρύοντες ἤλγει, ὁ μὴ πάσχων ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς· “τὸ θέλημα,” φησὶ, “τοῦ Κυρίου γενέσθω·” ἐμὲ ἀδικεῖτε τοῦτο ποιοῦντες, μὴ γὰρ ἀλγῶ ἐγώ· τότε ἐπαύσαντο, ὅτε εἶπε, “συντρίβοντές μου τὴν καρδίαν·” ἐφ’ ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι· εἶπαν, μὴ δῷς ἑαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε, καὶ νῦν ὡς εἰπεῖν μυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ, καὶ τῶν ἐν Καισαρείᾳ κλαιόντων, καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται· καὶ μὴν αὐτὰ τὰ δεινὰ προέλεγον· ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον· οὐ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο· οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον· ἀλλ’ ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ· ἐπειδὴ οὐκ ἴσχυσαν πεῖσαι, διὰ τοῦτο ἔκλαιον· εἶτα ἡσύχασαν· ὁρᾶς φιλοσοφίαν· ὁρᾶς φιλοστοργίαν· κύριος, φησὶ, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει· συνεῖδον ὅτι θέλημα ἦν Θεοῦ· οὐ γὰρ ἂν Παῦλος οὕτω προεθυμήθη, ὁ ἀεὶ κινδύνων προεξαρπάζων ἑαυτὸν. Τοῦ Αὐτοῦ. Τί λέγεις, εἰπέ μοι, ἐκείνην τὴν ἀδαμαντίνην ψυχήν; συντρίψαι δάκρυον ἴσχυσε; ναί, φησι, πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης· αὕτη γάρ μου περιγίνεται καὶ κρατεῖ· τοῦτο τῷ Θεῷ δοκεῖ· ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψεν. Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ ἀποτρέπεσθαι τοὺς κωλύοντας τινὰ ποιεῖν τί γενναῖον, κἂν δακρύωσι· καὶ ὅτι τὸ τοιοῦτον δάκρυον καὶ αὐτὸν τὸν Παῦλον συνέκλα, καὶ τὸ ἐρρωμένον αὐτοῦ διέλυε· διὸ ἀποσείεται αὐτούς· τί οὖν δεῖ εἰπεῖν περὶ τῶν λοιπῶν τοῦ Παύλου τοῦτο εἰπόντος; ἁρμόζει κατὰ μητέρων ἤτοι γονέων κωλυόντων τοὺς ἑαυτῶν παῖδας μονάζειν. Διδύμου. Ῥητέον καὶ εἰς ταύτην τὴν διαστολὴν τοιαῦτα· τί με κωλύετε κλαίοντες ᾗ προστίθεμαι ὁδοῦ, ἀκούσαντες ὡς δεσμὰ καὶ θλίψεις με μένουσι γενόμενον εἰς Ἱερουσαλήμ; ἰστέον οὖν ὅτι τῷ Πνεύματι, τῷ φανεροῦντί μοι τὰ ἀπαντησόμενά μοι, ἕπομαι, καὶ τῆς ἐπὶ τὴν πόλιν πορείας ἄρχομαι· οὐκ ἀγνοῶν τὰ ἐκεῖ ἀπαντησόμενα, προεῖδον γὰρ αὐτὰ, καὶ οὐ κωλύομαι τῆς πορείας· διὸ μὴ συνθρύπτετέ μου τὴν καρδίαν ὑμετέροις δάκρυσιν· ὁ οὖν εἰς ἀνδρείαν γνησίως παρεσκευασμένος, ὡς καὶ θανάτου αὐτοῦ καταφρονεῖν, οὐ πίπτει εἰς δειλίαν, κἂν ᾖ ὁ εἰς τοῦτο ἐρεθίζων· ὅσον γὰρ ἐπ’ ἐκείνοις, ταραχὴ ἐγγίνεται τῷ λογισμῷ. λέγων οὑν ὁ Ἀπόστολος συνθρύπτεσθαι ἑαυτοῦ τὴν καρδίαν, οὐκ ἀσθένειαν τοῦτο εἶπεν, ἀλλ’ ὅσον ἧκεν εἰς ἐκείνους πικρῶς κλαίοντας· εἰ μὴ ἄρα εἴποι τις, ὅτι ὥσπερ τὰ μικρὰ τῶν ἁμαρτημάτων δοκεῖ μεγάλα εἶναι ἁγίῳ ἀνδρὶ προσόντα, οὕτω τὴν προσπάθειαν τῶνδε, ὡς μεγάλην σύνθρυψιν καρδίας τῆς ἑαυτοῦ εἶπεν. Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα. Τοῦ Χρυσοστόμου. “Ἐπισκευασάμενοι·” τουτέστι τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόντες· ὅτε δὲ ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπαίρεται· οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ’ ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα. Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν, Μνάσωνι τινὶ Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. Τοῦ Αὐτοῦ. Δείκνυσι πολὺν τοῦ κηρύγματος τὸν χρόνον λοιπὸν, ὅθεν μοι δοκεῖ πολλὰ ἔτη ἐπιτέμνειν ἐν ταῖς πράξεσιν οὗτος· τὰ κατεπείγοντα λέγων· κύριος, φησὶ, τὸ ἀρεστὸν αὐτὸς ἐνώπιον αὐτοῦ ποιήσει· συνεῖδον γὰρ ὅτι θέλημα Θεοῦ ἦν· οὐ γὰρ ἃν Παῦλος οὕτω προεθυμήθη, ὁ ἀεὶ κινδύνων ἐξαρπάσας ἑαυτόν. οὐκ ἐβούλοντο βαρῆσαι τὴν Ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτούς· οὐδὲ ἀξίωμα ἀπῄτουν. Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. Τοῦ Χρυσοστόμου. Τὸ λοιπὸν εἰρήνης ἦν μετὰ τὰ πράγματα ἐν Ἰουδαίοις· οὐχ οὕτως πόλεμος ἦν. Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τὲ παρεγένοντο οἱ πρεσβύτεροι. καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ’ ἔνι ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Τοῦ Αὐτοῦ. Οὗτος Ἐπίσκοπος ἦν τῶν Ἱεροσολύμων· καὶ πρὸ τούτου πρὸς τοῦτον πέμπεται· οὗτος ἦν ἀδελφὸς τοῦ Κυρίου· ἀνὴρ μέγας καὶ θαυμαστός· “εἰσῄει ὁ Παῦλος,” φησὶ, “σὺν ἡμῖν.” ὅρα τὸ ἄτυφον σχῆμα· καὶ οἱ πρεσβύτεροι· πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται· οὐ κενοδοξῶν, μὴ γένοιτο· ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρὰς. Ἀμμωνίου. Διὰ τῆς διακονίας αὐτοῦ· ἀντὶ τοῦ τῆς κηρύξεως τοῦ εὐαγγελικοῦ λόγου. Τοῦ Αὐτοῦ. Οὐκ ἐκεῖνον ἐπῄνουν, οὐδὲ ἐθαύμαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος τῷ Θεῷ.