Ancient Greek · ~27 min
ΚΕΦ. ΛΑ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΑ..1
Not analysed yet
Παραίνεσις Ἰακώβου πρὸς Παῦλον, περὶ τοῦ μὴ δοκεῖν κωλύειν Ἑβραίους περιτέμνεσθαι. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν· Τοῦ Χρυσοστόμου. Ὅρα καὶ αὐτοὶ μεθ’ ὅσης ὑποστολῆς· οὐχ ὡς Ἐπίσκοπος αὐθεντικῶς διαλέγεται· ἀλλ’ αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης, ὡσανεὶ εὐθέως ἀπὸ προοιμίων ἀπολογούμενοι ἀεὶ, ὅτι οὐκ ἐβουλόμεθα· ὁρᾶς τοῦ πράγματος τὴν ἀνάγκην. Εἶπόν τε αὐτῷ, θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων· Τοῦ Αὐτοῦ. Αὗται οἱ μυρίαδες, ἐκ τῶν βοησάντων “τὸ αἷμα “αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ὑπῆρχον· ἀλλ’ ὅμως ὁ φιλάνθρωπος τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐδ’ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν· ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας καὶ πιστεύσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτων ἢν. Καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. τί οὖν ἐστί; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. Τοῦ Αὐτοῦ. Δύο αἰτίαι, καὶ τὸ πλῆθος καὶ ἡ γνώμη· οὔτε γὰρ εἰ ὀλίγοι ἤσαν καταφρονῆσαι ἔχει, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντῃ τοῦ νόμου ἀντεῖχον τὸ περὶ πολλοῦ ποιεῖσθαι· εἶτα καὶ τρίτη αἰτία· “καὶ οὗτοι πάντες κατηχήθησαν,” φησὶ, “περὶ σοῦ, ὅτι “ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως·” καὶ τὰ ἑξῆς· οὐκ εἶπεν ἤκουσαν, ἀλλ’ οὕτως ἐπίστευσαν καὶ ἐδιδάχθησαν. Σευήρου Ἐκ Τῆσ Πρὸσ u Μισαὴλ Κουβικουλάριον έπιστολῆσ. Οὕτως καὶ οἱ Ἀπόστολοι καὶ τοῦ Σωτῆρος ἱεροὶ μαθηταὶ, τοὺς ἐκ περιτομῆς μεθιστάντας ἐπὶ τὴν εὐαγγελικὴν πολιτείαν, ἐξ ἀρχῆς αὐτοῖς κατὰ τὸν νόμον Μωϋσέως περιτέμνεσθαι συνεχώρησαν· ἵνα μόνον τὸ πιστεύειν εἰς Χριστὸν παραδέξωνται· καὶ λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν ἐμφορηθέντες τῆς ἐν Πνεύματι λατρείας καὶ εὐαγγελικῆς τελειότητος, τὰ μικρὰ καὶ σκιώδη καὶ νομικὰ παρατηρήματα διαπτύσωσι· καὶ τὴν σαρκικὴν περιτομὴν ἀτιμάσωσι, τὸ τὰς ψυχὰς περιτέμνεσθαι τῆς κακίας ἀνταλλαξάμενοι. Τοῦτο οὖν ποιῆσον, ὅ σοι λέγομεν· Τοῦ Χρυσοστόμου. Ὡς συμβουλεύοντες φασὶν, οὐχ ὡς ἐπιτάττοντες· ὅθεν πείθουσιν αὐτὸν, ὅτι οἰκονομία καὶ συγκατάβασις ἦν· οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν· ὅπου γε καὶ αὐτοὶ ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα· οὐκ ἆρα ἐγκαλεῖ Πέτρῳ ἁπλῶς· ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν x αὐτοῦ τὸ δόγμα· καὶ οὐκ εἶπε τι γὰρ οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν οὐκ ἀρκεῖ τὸ μὴ κηρύξαι ἐκεῖ, ἀλλ’ ἔδει καὶ πλέον τι, ποιῆσαι νόμον. Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυτῶν· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὑτοῖς, Ἀμμωνίου. Οἱ ἐν Ἱεροσολύμοις πιστεύσαντες ἀπὸ Ἰουδαίων τὰ ἔθη τὰ νομικὰ ἤθελον y φυλάττειν. Τοῦ Χρυσοστόμου. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι μὴ “ἵνα ξυρίσωνται,” φησὶ, “καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται “περὶ σοῦ, οὐδέν ἐστιν·” οὐκ εἶπον ὅτι διδάσκεις, ἀλλ᾿ ἐκ περιουσίας, ὅτι καὶ αὐτὸς φυλάττεις· οὐ γὰρ μόνον τοῦτο ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλὰ τί; καὶ αὐτὸς τηρεῖ· τί οὖν ἂν τὰ ἔθνη μάθωσι; βλάψω αὐτούς φησι, πῶς, ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς· “περὶ δὲ τῶν πεπι- “στευκότων,” φησὶν, “ἐθνῶν, ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν “τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς, τὸ εἰδωλόθυ- “τον καὶ τὸ αἷμα, καὶ τὸ πνικτὸν καὶ πορνείαν·” ἐνταῦθα ἐντρεπτικῶς· ὥσπερ ἐκείνοις ἡμεῖς ἐπετάξαμεν, καίτοι Ἰουδαίους κηρύττοντες· οὕτω καί σὺ τοῖς ἔθνεσι κηρύττων σύμπραξον ἡμῖν· ὅρα τὸν Παῦλον οὐ λέγει· καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ’ ἐπείσθη αὐτοῖς· καὶ πάντα ἐποίησεν, καὶ γὰρ οὕτως συνέφερεν· οὐ γὰρ ἦν ἶσον εἰς ἀπολογίαν καταστῆσαι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα· ἀνύποπτος ἦν τῶ καὶ δαπανᾶσθαι ταῦτα. Καὶ δαπάνησον ἐπ’ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, Θεοδωρήτου Κύρου. Τουτέστι τὰς ὑπὲρ αὐτῶν προσφερομένας κατὰ τὸν νόμον θυσίας· σὺ παράσχε ἵνα λύσῃς τὴν ὑποψίαν. Καὶ γνώσωνται πάντες, ὅτι περὶ ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ καὶ στοιχεῖς καὶ αὐτὸς, φυλάσκαὶ σῶν τὸν νόμον. περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ z πνικτὸν καὶ πορνείαν. Τοῦ Αὐτοῦ. Πόλλα τῆς ἐπαγγελίας τὰ εἴδη· οἱ μὲν γὰρ θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρήματα, οἱ δὲ ἑαυτούς· οἱ δὲ ῥητὸν ἀριθμὸν ἡμερῶν μὴ πιεῖν οἶνον, μὴ κείρασθαι τὴν κεφαλήν· τοιοῦτοι ἦσαν καὶ οὗτοι οἱ ἄνδρες· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· αἱ γὰρ τρίχες νεκρώσεως σύμβολον· νεκραὶ γὰρ αὗται, καὶ ὀδύνης αἴσθησιν οὐ δεχόμεναι· τοῦτό φησι καὶ ὁ Ἀπόστολος· “ζῶ δὲ οὐκέτι ἐγὼ.” Τοῦ Χρυσοστόμου. Συγκατάβασις τὸ πρᾶγμα ἐστί· μὴ φοβηθεὶς οὐ πρότερον παραινοῦσιν αὐτῷ, ἕως τοῦ εἰπεῖν τὴν οἰκονομίαν πρῶτον καὶ τὸ κέρδος· καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο ποιεῖν φορητόν· ποιῆσον τοῦτο ἐνταῦθα· ἵνα ἐξῇ σοι ἔξω ποιεῖν ἐκεῖνο· εἰκὸς γὰρ ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν ἐν τῷ ἱερῷ. Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῆ ἐχομένη ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς, εἰσῄει εἰς τὸ ἱερόν. Τοῦ Αὐτοῦ. Ἐγένετο δὲ ταῦτα, οὐ τῆς γνῶ μὴς αὐτοῦ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης· ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς ταῦτα μεταστήσῃ· ἐγίνετο δὲ ταῦτα οὐκ ἀληθῶς· ἐπιδεικνύμενος μόνον οὐκ ἐκ διανοίας αὐτὰ πράττων οὕτως ἐχούσης· πῶς γὰρ ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν, ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης; Καὶ πάλιν—Καὶ ἐξύρατο, καὶ πάντα τὰ Ἰουδαϊκὰ ἐπετέλεσεν· ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ἢν ταπεινότερος· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι κέχρηται τῷ αὐτῷ πλεονεκτήματι· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους. Ἀμμωνίου. Ἔθος μᾶλλον ἦν τοὺς ἔχοντας εὐχὴν κείρασθαι τὴν κεφαλὴν μετὰ τὸ ἁγνισθῆναι, καὶ οὕτως ἐπὶ ζ΄ ἡμέρας ποιεῖν προσφορὰν ὑπὲρ ἑαυτῶν· τοιοῦτόν τι ἐποίησεν Ἀκύλας καὶ Πρίσκιλλα· ὡς δῆλον εἶναι, ὅτι ὡς θεοσεβοῦντες ἀπεκείροντο τὴν κόμην· καλῶς οὖν καὶ νῦν οἱ εὐλαβεῖς κείρονται· δεῖ δὲ καὶ ἁγνισμοῦ· ἐν τοῖς Ἀριθμοῖς δὲ κεῖται ὁ νόμος οὗτος· Ἰουδαικὸν οὑν τὸ ἔθος. Τοῦτό ἐστι τὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ εἰρημένον· “ἐγενόμην τοῖς Ἰουδαίους ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· “τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς “ἀνόμοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους· ταῦτα τὰ ῥητὰ διαλαμβάνων Ἰσίδωρος ὁ Πηλουσιώτης ἐν τῇ χλζ΄ Ἐπιστολῇ· λέγει οὕτως· “ἐγένετο τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ὅτε ἐν τῷ ἱερῷ ἡγνί- “σατο καὶ ἔθυσε· καὶ περιτεμὼν Τιμόθεον Ἰουδαίοις πέπομφε δι- “δάσκαλον, διὰ περιτομῆς τὴν περιτομὴν ἀναιρῶν· διὸ οὐκ εἶπεν “Ἰουδαῖος, ἀλλ’ ὡς Ἰουδαῖος· τοῖς ἀνόμοις ὡς ἄνομος, ὅτε Ἀθηναίοις “δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλὰ “ἀπὸ βώμου τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς “χειρούμενος δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος.” Διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. Τοῦ Χρυσοστόμου. “Διαγγέλλων·” τουτέστι καταγγέλλων· αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν.