Ancient Greek
ΚΕΦ. ΛΒ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΒ..1
Not analysed yet
Περὶ τῆς ἐν Ἱερουσαλὴμ κατὰ τοῦ Παῦλου κινηθείσης ἀταξίας· ὅπως τε αὐτὸν ὁ χιλίαρχος τοῦ πλήθους ἐξαιρεῖται. Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συμπληροῦσθαι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι συνέχεαν πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, κράζοντες, Τοῦ Αὐτοῦ. “Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·” μάλιστα γὰρ ἐκείνοις συγχρονίζει, “θεασάμενοι αὐτὸν συνέχεον πάντα τὸν ὄχλον·” ὅρα οἰκονομίαν γενομένην, μετὰ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται ἐκεῖνοι, ἵνα κἀκεῖνοι συνεπιτιθῶνται. Τοῦ Χρυσοστόμου. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες· καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ, ὥστινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων ἐμπεσόντος χερσίν. Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῆ διδάσκων· Τοῦ Αὐτοῦ. Μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος· καὶ οὐδὲν ἐνεκάλεσε τοῖς Ἀποστόλοις ὁ Παῦλος, ὅτι αὐτοὶ αἴτιοι γεγόνασιν αὐτῷ. Ἔτι τὲ καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοινωνηκε τον ἄγιον τόπον τοῦτον. ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῆ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Τοῦ Αὐτοῦ. Εἰτα καὶ ἡ κατηγορία μείζων ἀπὸ τῶν παρόντων· “ἔτι δὲ,” φησὶ, “καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ “κεκοινώνηκε a.” καὶ μὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνήσοντες· ἀλλὰ τοὺς οὐκ ἀνελομένους προσκυνῆσαι φασίν. Ἐκινήθη τὲ ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Τοῦ Αὐτοῦ. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν, καὶ διὰ τοῦτο ἔξω εἶλκον· ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξ αὐτῆς παραλαβὼν τοὺς στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ’ αὐτούς. οἱ δὲ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. Τοῦ Αὐτοῦ. Οὐκέτι νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· ἀλλ’ ἔτυπτον αὐτὸν δι’ ὅλου. Ἐν δὲ τῷ μεταξὺ στάσις κατειλήφει τις τὴν πόλιν· καὶ ὁ δῆμος ἦν θορύβῳ πολλῷ, Ἰουδαίων ταραττόντων τὸ κοινόν· δεινὸν γὰρ καὶ βαρὺ ἡγήσαντο κατήγορον ἔχειν τὸν πάλαι προστάτην καὶ κοινωνὸν τῆς μανίας αὐτῶν καὶ κτείνειν αὐτὸν ἔσπευδον. Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέ- λευσε δεθῆναι ἁλύσεσι δυσίν· καὶ ἐπυνθάνετο τίς εἴη, καὶ τί ἐστι πεποιηκώς. ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βαστά- ζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου. Τοῦ Χρυσοστόμου. Παραμυθούμενος τὸν θύμον τοῦ δήμου. Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ, κράζοντες, αἶρε lo αὐτὸν. Τοῦ Χρυσοστόμου. Tί ἐστιν “αἶρε αὐτόν;” τουτέστιν ὃ παρ’ ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, αἶρε αὐτόν· ἐφοβοῦντο γὰρ αὐτὸν μὴ διαφύγῃ. Τοῦ Αὐτοῦ. Ἵππός ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ δὲ ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἀναβάτην. Ἀμμωνίου. Ἔθος τοῖς Ἰουδαίοις ταύτην λέγειν τὴν φωνὴν κατὰ τῶν δικαίων· ὡς καὶ κατὰ τοῦ Κυρίου· “αἷρε αὐτόν· ἀντὶ τοῦ, ἔπαρον αὐτὸν ἐκ τῶν ζώντων. Μέλλων δὲ εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦ- λος, εἶπε τῷ χιλιάρχῳ, εἰ ἔξεστι μοι εἰπεῖν τι πρός σε ; ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις ; οὐκ ἄρα σὺ εἶ ὁ Αἰ- γύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους τῶν σι- καρίων; Τοῦ Χρυσοστόμου. ’Ὄρα μεθ’ ὅσης συστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ· ”εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε ; ὁ δὲ “ἔφη, Ἑλληνιστὶ γινώσκεις ; οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ; ἄν- θρωπος γάρ τις νεωτεροποιὸς γέγονε καὶ στασιαστὴς καὶ ἀπατεὼν καὶ γόης· καὶ προσεδόκησε ὁ διάβολος συσκιάζειν διὰ τούτου, καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνους προσηκόντων καὶ τὸν Χριστὸν καὶ τοὺς Ἀποστόλους· ἀλλ’ οὐδὲν ἴσχυσεν· ἀλλὰ τί ; λαμπροτέρα γέγονεν ἡ ἀληθεία· οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μη- χανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα· εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα καὶ οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ αὐτοὶ ἐφάνησαν, τοῦτό ἐστι τὸ θαυμαστὸν, ἵνα καὶ οἱ δόκιμοι φανεροί, φησι, γένωνται· μὴ τοίνυν ἀλγῶμεν ὅταν αἵρεσίς ἐστιν, ὅπου καὶ ψευδόχριστοι z. καὶ τῷ χριστῷ ἐπιθέσθαι ἠθέλησαν, καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι· ἀλλ’ ἡ ἀλήθεια λάμπει, καὶ δήλη ἐστὶ πανταχοῦ. Ὠριγένουσ. Παρὰ Ἰουδαίοις τρεῖς αἱρέσεις γενικαί· Φαρισαῖοι· Σαδδουκαῖοι· Ἐσσηνοί· οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι, φιλάλληλοι ὄντες, καὶ ἐγκρατεῖς· διὸ καὶ Ἐσσηνοὶ προσαγορεύονται, ἤγουν ὅσιοι· ἄλλοι δὲ αὐτοὺς σικαρίους ἐκάλεσαν, ἤγουν ζηλωτάς. Ιωσήπου. Σικάριοι λέγονται λῃσταὶ, ξίφεσι a διαχρώμενοι, παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπικαμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις· ἀφ’ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον. Εἶπε δὲ ὁ Παῦλος, ἐγὼ ἄνθρωπος μὲν εἰμὶ Ἰουδαῖος, Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν ὅταν πρὸς τοὺς ἔξω διαλέγηται, παραιτούμενον καὶ τοῖς ἀπὸ τῶν νόμων κεχρῆσθαι βοηθήμασιν· ἐνταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει, καὶ ἀλλαχοῦ πάλιν οὕτως φησί· “δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ῥωμαίου ὑπάρχοντας “ἔβαλον εἰς φυλακήν·” ἐπειδὴ γὰρ εἶπε, “σὺ εἶ ὁ Αἰγύπτιος;” εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας· εἶτα ἵνα μὴ νομισθῇ τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν· καὶ γὰρ καὶ ἀλλαχοῦ, ἔννομον ἑαυτὸν Χριστοῦ καλεῖ· τί δὴ τοῦτό ἐστι; τι οὖν οὐκ ἠρνήσατο; μὴ γένοιτο· Ἰουδαῖος γὰρ ἦν καὶ Χριστιανὸς, ὅσα ἔδει φυλάττων· ἐπεὶ καὶ τῷ θείῳ νόμῳ μάλιστα πάντων αὐτὸς ἐπείθετο ὁ τῷ Χριστῷ πιστεύων· καὶ πρὸς Πέτρον διαλεγόμενος φησὶν, “ἡμεῖς φύσει Ἰουδαῖοι. Ἀμμωνίου. “Ἄνθρωπος μέν εἰμι Ἰουδαῖος· φύσει γὰρ Ἰουδαῖοι ἐσμὲν οἱ Χριστιανοὶ, ὡς ἐξομολογούμενοι τὴν ἀληθῆ πίστιν· ὅπερ σημαίνει τὸ Ἰούδας ὄνομα. Δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν, κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῆ Ἑβραίδι διαλέκτῳ, λέγων, Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο τεκμήριον ὅτι οὐ ψεύδεται· εἴγε πάντας ἐπήγετο μάρτυρας· ὅρα δὲ αὐτὸν πάλιν μετὰ ἐπιεικείας διαλεγόμενον· τοῦτο τεκμήριον πάλιν τοῦ μηδενὸς εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιμον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι εἰς λόγον καταστῆναι τῷ δήμῳ τῶν Ἰουδαίων. ὅρα τεταγμένον ἄνδρα· ὅρα οἰκονομίαν· εἰ μὴ ὁ χιλίαρχος ἦλθεν, εἰ μὴ ἔδησεν, οὐκ ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν· οὐκ ἂν τοιαύτης ἀπήλαυσε σιγῆς· “ἑστὼς,” φησὶν, “ἐπὶ τῶν ἀναβαθμῶν· καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δημηγορεῖν καὶ δεδεμένον· τί τούτου ἶσον τοῦ θεάματος, δυσὶν ἀλύσεσι δεδεμένον ἰδεῖν Παῦλον δημηγοροῦντα; πῶς οὐκ ἐταράχθη; πῶς οὐ συνεχύθη; πῶς τοσοῦτον δῆμον ἐκπεπολεμωμένον ὁρῶν, τοῦ ἄρχοντος ἐφεστῶτος; πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυμοῦ· εἶτα ὅρα πῶς φρονίμως, ὅπερ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα· πρῶτον τῇ συγγενείᾳ τῆς φωνῆς αὐτοὺς ἐπισπᾶται· εἶτα αὐτῷ τῷ ἡμέρῳ· “προσεφώνησε” γάρ, φησι, “τῇ Ἑβραίδι “διαλέκτω.” *Παύλου κατάστασις περὶ ἑαυτοῦ καὶ τῆς εἰς Ἀπόστολον b αὐτοῦ κλήσεως. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, Τοῦ Χρυσοστόμου. Ὅρα καὶ κολακείας ἀπηλλαγμένον τὸν λόγον, καὶ τὸ ἐπιεικὲς ἔχοντα· οὐ γὰρ εἶπε, δεσπόται, οὐδὲ κύριοι, ἀλλ’ “ἀδελφοὶ,” ὃ μάλιστα ἐπόθουν· ὅτι οὐκ ἀλλότριος ὑμῶν ἐγώ φησιν, οὐδὲ καθ’ ὑμῶν, “ἄνδρες ἀδελφοὶ καὶ πατέρες·” τοῦτο τίμης, ἐκεῖνο γνησιότητος. Ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. ἀκούσαντες δὲ ὅτι τῆ Ἑβραΐδι διαλέκτῳ προσεφώνησεν αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς αὐτοὺς εἶλε τὸ ὁμοιόφωνον· εἶχον γάρ τινα αἰδῶ πρὸς τὴν γλῶτταν ἐκείνην. Καί φησιν, ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγενημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, Τοῦ Αὐτοῦ. Ὅρα πὼς προοδοποιεῖ τῷ λόγῳ οὕτως ἀρχόμενος· “ἐγὼ μέν εἰμι,” φησὶν, “ἀνὴρ Ἰουδαῖος,’ ὃ μάλιστα πάντων ἀκοῦσαι ἠβούλοντο. Τοῦ Αὐτοῦ. Ἵνα μὴ c πάλιν νομίσωσι τὸ ἔθνος ἀλλὸ d, τὴν θρησκείαν ἐπήγαγεν, “ἀνατεθραμμένον δὲ ἐν τῇ πόλει ταύτῃ·” τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν· ὅπουγε καὶ πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰ τὸν νόμον· ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόμῳ· ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούμενος λέγει μόνον, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγμα ἤχθη, ἀλλὰ θείᾳ δυνάμει· οὐ γὰρ ἃν οὕτω πεπαιδευμένος ἀθρόον μετέστη· εἰ μὲν ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν μάλιστα πάντων κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν ἁπλῶς εἰκὸς, καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης, μεταθέσθαι αὐτόν. Παρὰ τοὺς πόδας Γαμαλιήλου, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστὲ σήμερον· Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε παρὰ Γαμαλιῆλον, ἀλλὰ “παρὰ “τοὺς πόδας·” τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς. Τοῦ Χρυσοστόμου. Οὐχ ἁπλῶς “νόμου,” ἀλλὰ “τοῦ πατρῴου· δείκνυσιν ὅτι ἄνωθεν τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόμον· ταῦτα δὲ δοκεῖ μὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ’ ἐκείνων δὲ ἦν· εἴγε καὶ εἰδὼς αὐτὸν εἴασε· τι οὖν εἰ ᾔδεις μὲν ἀκριβῶς τὸν νόμον, οὐκ ἐκδικεῖς δέ; οὐ φιλεῖς δέ; “ζηλωτής” φησιν οὐχ ἁπλῶς. Ἐπειδὴ μεγάλα περὶ ἑαυτοῦ ἐγκώμια εἶπε, κοινοποιεῖ τὸν λόγον ἐπάγων, “καθὼς πάντες ὑμεῖς σήμερον, καὶ δείκνυσιν αὐτοὺς οὐχ ἁπλῶς ἀνθρωπίνῳ σκοπῷ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ, χαρισάμενος αὐτοῖς καὶ προκαταλαμβάνων τὴν διάνοιαν· καὶ κατάρχων ἐν οἷς βλάβος οὐδὲν ἦν. Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὴν ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν. Τοῦ Χρυσοστόμου. Πόθεν τοῦτο; μάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς πρεσβυτέρους· λέγει μὲν, “ζηλωτὴς ὑπάρχων “καθὼς ὑμεῖς,” δείκνυσι δὲ διὰ τῶν ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἧν· οὐ γὰρ δὴ περιέμενον, φησὶν, ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ κἀποδημίας ἐστελλόμην· οὐδὲ μέχρτι ἀνδρῶν ἐχώρουν καθάπερ ὑμεῖς, ἀλλὰ καὶ γυναικῶν, δεσμεύων καὶ εἰς δεσμωτήρια ἐμβάλλων· ἀναμφισβήτητος ἡ μαρτυρία· ἀναπολόγητα τὰ τῶν Ἰουδαίων· ὅρα πόσους ἐπάγει μάρτυρας· τὸ πρεσβυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει· ὅρα αὐτοῦ τὴν ἀπολογίαν, οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας μᾶλλον καὶ κατηχήσεως· εἰ γὰρ μὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγομένοις. μέχρι γὰρ τούτου μάρτυρας εἶχε· τὰ δὲ λοιπὰ ἁμάρτυρα. Καὶ πάλιν—Περὶ τῆς πορτέρας αὐτοῦ σπουδῆς διηγήσασθαι βουλόμενος, μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καλέσαι με ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη. Τοῦ Αὐτοῦ. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν μετεστράφη· τί οὖν εἰ κομπάζει φησί; διατί τοσοῦτον ἐξαίφνης ἔρριψε ζῆλον; εἰπέ μοι, τιμὴν προσδοκῶν; καὶ μὴν τἀναντία ὑπέμεινεν· ἀλλ᾿ ἄνεσιν; οὐδὲ τοῦτο· ἀλλά τι ἔτερον; ἀλλ᾿ οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν· ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διηγεῖται. Τοῦ Χρυσοστόμου. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι θυμοῦ ἧν τὸ πρᾶγμα, δείκνυσιν ὄτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ᾿ ἐπίγνωσιν· οὐκ ἀπὸ κενοδοξίας οὐδὲ ὑπὸ ἔχθρας ἐκδιώκων, ἀλλὰ “ζη- “λωτὴς ὑπάρχων” τῶν πατρικῶν μου παραδόσεων φησίν. Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζων τῇ Δαμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ· ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Τοῦ αὐτοῦ. Ὅρα πόση ὑπερβολὴ τοῦ φωτός· τί οὖν εἰ κομπάζει; φησὶν, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι· ἑτέρωθε δὲ φησὶ,“ τὴν μὲν φωνὴν ἀκούοντες, μη- “δένα δὲ θεωροῦντες.” οὐκ εἶπεν, ὅτι τὸ φῶς οὐκ ἔβλεπον, ἀλλὰ μηδένα· τουτέστι λαλοῦντα· εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης· εἰ μὲν γὰρ ἤκουσαν κἀκεῖνοι, οὐκ ἂν τοσοῦτον ἐγένετο· ἐπειδὴ γὰρ οἱ παχύτεροι ὄψει πείθονται μᾶλλον, τὸ φῶς εἶδον ἐκεῖνοι, καὶ ἔμφοβοι γίνονται· ἐπεὶ ὸὐδὲ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο ὄσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις· διὰ τῶν εἰς τοῦτον συμβαινόντων κἀκείνοις ἔδωκεν ἀναβλέψαι, εἴγε ἤθελον· ἐμοὶ δὲ δοκεῖ ἐκείνους μὴ πιστεῦσαι· καὶ οἱκονομικῶς, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους. Ἀμμωνίου. “Φῶς ἱκανὸν,” πολὺ φῶς· οὗ μὴ ἐνεγκὼν τὴν αἰγλὴν ὁ Παῦλος, ἀπελιθώὁη τοὺς ὀφθαλμούς· οὐ μόνον τοὺς αἰσθητοὺς, ἀλλὰ τάχα καὶ τοὺς νοητούς· ἀμέλει φησὶν, “ὡς δὲ οὐκ “ἐνέβλεπου ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου.” Ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, Κύριε; εἶπε τὲ πρός με, ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὂν σὺ διώκεις. οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. εἶπον δὲ, τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σε ποιῆσαι. ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. Τοῦ Χρυσοστόμου. Καλῶς ἡ πόλις πρόσκειται· ὥστε ἐπιγνῶναι αὐτούς· καὶ οἱ Ἀπόστολοῖ οὕτως ἔλεγον, καὶ αὐτὸς ἐμαρτύρησεν ὅτι ἐδιώκετο. Φωνῆς λέγει, τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης· μόνον δὲ τὸ φῶς τεθεᾶσθαι. *Περὶ ὧν ὁ Ἀνανίας c πρὸς τὸν Παῦλον ἐν Δαμασκῷ, ὀπτασίας τὲ καὶ φωνῆς Θεοῦ γενομένης ποτὲ πρὸς αὐτὸν ἐν τῷ ἱερῷ. Ἀνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων ἐν Δαμασκῷ, ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῆ ὥρᾳ ἀνέβλεψα εἰς αὐτὸν. Τοῦ Χρυσοστόμου. Εἶτα ἡ διὰ τῶν πραγμάτων μαρτυρία· ὅρα διὰ προσώπων καὶ πραγμάτων αὐτὴν πλεκομένην· προσώπων οἰκείων τὲ καὶ ἀλλοτρίων· οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύοντες· τὰ πράγματα, ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγματα πράγμασι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον· εἶτα ἀλλότριος ὁ Ἁνανίας· εἶτα τὸ πρᾶγμα αὐτὸ ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη. Ὁ δὲ εἶπεν, ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, Τοῦ Αὐτοῦ. Καλῶς εἶπε “τῶν πατέρων·” ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου· καὶ οὐχὶ ζήλῳ ποιοῦντας· “γνῶναι” φησὶ τὸ “θέλημα αὐτοῦ·” οὐκοῦν αὐτοῦ θέλημα τοῦτο. ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστίν. Καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόμα- τος αὐτοῦ· Τοῦ Αὐτοῦ. Τέως τοσοῦτον λέγει· εἰ δίκαιος, οὗτοι ὑπεύθυνοι· “καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ. ὅρα πῶς τὸ πρᾶγμα ἐπαίρει. Ὅτι ἔση μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους, ὧν τε ἑώρακας καὶ ἤκουσας. Τοῦ Χρυσοστόμου. Διὰ τοῦτο, ὅτι οὐ προδώσει τὴν ὄψιν καὶ τὴν ἀκρόασιν, ὧν τὲ εἶδες, φησὶν, ὧν τὲ ἤκουσας· δι’ ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ μετ’ ὀλίγα—“ Μάρτυς ἔσῃ, φησὶ, “πρὸς πάντας ἀνθρώπους·” οὐχὶ πρὸς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀλλοτρίους· οἱ γὰρ μάρτυρες τοιοῦτοί εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Ἀμμωνίου. Σημειωτέον ὅτι καὶ εἶδε τὸν Ἰησοῦν καὶ ἤκουσεν αὐτοῦ ὁ Παῦλος· οἱ δὲ συνόντες τὴν λαμπηδόνα μόνον τοῦ φωτὸς αὐτοῦ εἶδον, οὐ μὴν αὐτόν· καὶ τὸν ἦχον ἤκουον τῆς φωνῆς, οὐ μὴν συνῆκαν τὰ λαλούμενα, ὡς ὀπίσω ἐλέχθη. Καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα μέγα ἐφθέγξατο· οὐ γὰρ εἶπεν, εἰς τὸ ὄνομα αὐτοῦ βαπτίσαι, ἀλλ’ “ἐπικαλεσάμενος τὸ ὄνομα “αὐτοῦ” τοῦ Χριστοῦ· δείκνυσιν αὐτὸν Θεὸν ὄντα. οὐ γὰρ ἔνι ἕτερον ἐπικαλέσασθαι τινὰ, εἰ μὴ τὸν Θεόν· εἶτα δείκνυσιν ἑαυτὸν οὐκ ἀναγκασθέντα· ἐγὼ γὰρ εἶπον, φησὶ, τι με δεῖ ποιεῖν; ὅρα οὐδὲν ἀμάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου αὐτοῦ μαρτυρίαν παράγει, εἴγε εἶδον αὐτὸν χειραγωγούμενον· καὶ ὅρα προφητείαν ἐξελθοῦσαν· “πρὸς πάντας,” φησὶν, “ἀνθρώπους” μάρτυς αὐτοῦ γέγονε· μάρτυς, ὡς χρὴ, δι’ ὧν ἔπαθε, καὶ δι’ ὧν εἶπεν. Ἀμμωνίου. Οὐ πᾶν οὖν βάπτισμα ἀλλὰ μόνον τὸ εἰς Κύριον Ιησοῦν ποιεῖ ἁμαρτιῶν καθαρισμόν. Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ εἶδον αὐτὸν λέγοντά μοι, σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Ὅρα πῶς αὐτὸν εἰσωθεῖ· ἦλθόν, φησι, μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλήμ· πάλιν τοῦτο ἁμάρτυρον· ἀλλ’ ὅρα ἐκ τῆς ἐκβάσεως ἡ μαρτυρία· εἶπεν, ὅτι οὐ δέξονται σου τὴν μαρτυρίαν· οὐκ ἐδέξαντο· καὶ μὴν φησὶν, εἴγε ἀπὸ λογισμῶν ἔδει τοῦτο ὑποπτεῦσαι, ὅτι πάντως δέξονται· ἐγὼ ἤμην ὁ πολεμῶν Χριστιανοῖς, ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· ἐνταῦθα δύο κατασκευάζει, ὅτι τὲ ἀναπολόγητα αὐτοῖς ἐστιν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λογισμόν· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς, τὰ παρὰ προσδοκίαν προφητεύων, καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα, ἀλλὰ τὰ μέλλοντα προειδώς. Καὶ μετ’ ὀλίγα—“ Προσευχομένῳ,” φησὶν, “ἐν τῷ ἱερῷ·” ὅτι οὐχ ἁπλῶς φαντασία ἦν· διὰ τοῦτο προσευχομένῳ ἐπέστη· καὶ δείκνυσιν ὅτι οὐχὶ φοβούμενος αὐτὸν τοὺς κινδύνους ἔφυγεν, ἀλλ’ ὅτι οὐκ ἐδέχοντο τὴν μαρτυρίαν αὐτοῦ. Καὶ ἐγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε· Τοῦ Αὐτοῦ. Διατί εἶπεν, ὅτι “αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην “δεσμεύων;” οὐχὶ ἀντιλέγων τῷ Χριστῷ, ἀλλὰ βουλόμενος μαθεῖν τὸ οὕτω παράδοξον· ἀλλ’ οὐκ ἐδίδασκεν αὐτὸν ὁ Χριστὸς, ἀλλ’ εἶπε μόνον ἀπελθεῖν. Τοῦ Αὐτοῦ. “Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων· τοῦτό φησιν ὁ Παῦλος, ὅτι εἰ καὶ μὴ πιστεύωσι σοι οἱ Ἰουδαῖοι, ἀλλ’ οὖν ὤφειλον τὸν ἐμὸν καταδέξασθαι λόγον· ἐπείπερ σὺν αὐτοῖς ἤμην ὁ διώκων τὴν ἐκκλησίαν, καὶ ἔδει αὐτοὺς πληροφορηθῆναι, ὅτι οὐκ ἄλλως ἀπέστην τῆς πρώτης δόξης, εἰ μὴ ἀκριβῶς ἐπληροφορήθην· ὅτι οὐκ ἔστιν ἄλλως σωθῆναι ἄνθρωπον εἰ μὴ διὰ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως· τὸ οὖν παράδοξον τῆς ἐμῆς μεταβολῆς ἐχρῆν κἀκείνους μεταπεῖσαι. Καὶ ὅτε ἐξεχεῖτο a τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτὸν. Τοῦ Χρυσοστόμου. Τὸν Στέφανον· ὑπέμνησεν αὐτοὺς μιαιφονίας χαλεπῆς· τότε δὴ μάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο οὐκ ἤλεγχεν αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο· ὁ ζῆλος πολὺς καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ μάρτυρες τῆς ἀληθείας τοῦ Χριστοῦ· οὐκ ἠνέσχοντο λοιπὸν οἱ Ἰουδαῖοι πάσης ἀκοῦσαι τῆς δημηγορίας ἀλλ’ ὑπὸ τοῦ θυμοῦ σφόδρα ἐμπλησθέντες, ἐβόων. Ἀμμωνίου. Οἶδεν ὅτι τὸ ὁμολογεῖν ἐπὶ τοῦ Θεοῦ τὰ ἴδια πλημμελήματα, καὶ κατακρίνειν ἑαυτὸν, ποιεῖ καθαρισμὸν ἁμαρτιῶν· καὶ ὡμολόγει καὶ αὐτὸς τὰ πραχθέντα αὐτῷ ἄτοπα, ἵνα δικαιωθῇ, καὶ τοῦ μεγάλου κριτηρίου ἀφεθῇ· ἐξ ὧν αὐτὸς ἑαυτὸν ἐνταῦθα κατακρίνων ἐφαίνετο. Καὶ εἶπε πρός με, πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ἄνωθεν καὶ κάτω ὅτι τοῦ Χριστοῦ γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, ἀλλ’ αὐτοῦ δι’ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι αὐτῷ τὴν γνῶ- σιν πάσαν. Τοῦ Αὐτοῦ. Ὥστε καὶ τῷ διαστήματι παραμυθήσασθαι τὸ μῖσος. Καὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, λέγοντες, αἶρε τὸν τοιοῦτον ἀπὸ τῆς γῆς· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. Τοῦ Αὐτοῦ. Καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῆν, οὐχὶ τοῦτον τὸν πάντα πειθόμενον τῷ Θεῷ, ὦ μιαροὶ καὶ ἀνδροφόνοι. Κραυγαζόντων δὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, Τοῦ Αὐτοῦ. Ὥστε χαλεπωτέραν γενέσθαι τὴν στάσιν, φοβῆσαι βουλόμενοι τὸν ἄρχοντα· καὶ ὅρα οὐ λέγουσι τὴν αἰτίαν· ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται. Ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ δι’ ἢν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. Τοῦ Χρυσοστόμου. Καὶ μὴν παρ’ ἐκείνων ἔδει μαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρημένων ἐπελαμβάνοντο· ἀλλ’ ἁπλῶς τῇ ἐξουσίᾳ χαρίζεται· καὶ ἐκείνοις πρὸς χάριν ποιεῖ· οὐ γὰρ τοῦτο ἐζήτει, ὅπως δικαίως τι πράξειεν, ἀλλ’ ὅπως παύσειεν τὸν ἐκείνων θυμὸν ἄδικον ὄντα. *Ὅτι μέλλων ἐπὶ τούτοις ὁ Παῦλος τύπτεσθαι, εἰπὼν ὅτι Ῥωμαῖος ἐστὶν b, ἀνέθη c. Ὡς δὲ προέτειναν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν τῷ χιλιάρχῳ, ἀπήγγειλε λέεἰμὶ γων, τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. Οὐκ ἂν ἐψεύσατο Παῦλος, μὴ γένοιτο· Ῥωμαῖος γὰρ ἦν· εἰ καὶ μηδὲν ἕτερον, ἔδεισεν ἃν μὴ ἁλῷ, καὶ μείζονα δίκην δῷ· καὶ ὅρα οὐχ ἁπλῶς φησιν· ἀλλ’ ἔξεστιν ὑμῖν δύο τὰ ἐγκλήματα, καὶ ἄνευ λόγου, καὶ τὸ Ῥωμαῖον ὄντα· μεγάλην εἴχοντό τε ταύτην τὴν προνομίαν· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας εἶναι Ῥωμαίους· καὶ γὰρ Ῥωμαίων βασιλεὺς σχεδὸν κατ’ ἐκεῖνο καιροῦ ἐκράτει πάσης τῆς γῆς, καὶ αὐτῆς τῆς Ἰουδαίας· τὸ δὲ παλαιὸν οὐχ οὕτως ἦν. εὐκαταφρόνητος ἂν ἐγένετο μαστιχθεὶς, νῦν δὲ εἰς πλείονα αὐτοὺς ἐμβάλλει φόβον, εἰ μάστιξαν καὶ παρέτρεψαν ἃν τὸ πρᾶγμα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτως γίνεται· ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ ἀνθρωπίνως πολλὰ γίνεσθαι, καὶ ἐπ’ αὐτῶν καὶ τῶν λοιπῶν. ὅρα πῶς ὑπόπτευσαν πρόφασιν εἰναι τὸ καὶ τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον· τοῦτο ὑπολαμβάνοντες ἀπὸ τῆς πενίας. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, λέγε μοι, σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, ναί. ἀπεκρίθη δὲ ὁ χιλίαρχος, ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ἀμμωνίου. “Λέγε μοι σύ· Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη ναί·” εἰδὼς ὅτι δεῖ ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάττεσθαι· καὶ ὅτι ὁ Ῥωμαίων βασιλεὺς κατ’ ἐκεῖνο καιροῦ ἐκράτει σχεδὸν εἰπεῖν πάσης γῆς b, ἔτι μὴν καὶ αὐτῆς τῆς Ἰουδαίας· οἵτινες καὶ φόρον ἐτέλουν Καίσαρι· ὡμολόγησεν εἶναι ἑαυτὸν Ῥωμαῖον, μὴ ἀποσειόμενος τὴν ἀρχὴν καὶ δεσποτείαν τὴν Ῥωμαϊκήν· ὅπερ οἱ λοιποὶ Ἰουδαῖοι φρεναπατῶντες, τὸν μὲν Θεὸν ἑαυτῶν μόνον ἔλεγον ἴδιον βασιλέα, οὐ μὴν ἄνθρωπον· ἔργοις δὲ αὐτοῖς ὡς ὑποτελεῖς οἰκέται φόρον ἐτέλουν, τὸ μὲν ὄνομα ἀρνούμενοι, ἔργοις δὲ ὑποκείμενοι· οὓς καὶ ἐπόρθησεν Οὐεσπασιανὸς, ὡς μὴ ὑποτασσόμενος· ὃς μετὰ τέσσαρας βασιλεῖς Ῥωμαίων ἐβασίλευσεν. Ὁ δὲ Παῦλος ἔφη, ἐγὼ καὶ γεγέννημαι. εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι αὐτὸν ἦν δεδεκώς. Τοῦ Χρυσοστόμου. Ὅρα καὶ πατρὸς ἦν Ῥωμαίου· τι οὖν ἀπὸ τούτου γίνεται; λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους· οὐκ ἄρα ψεῦδος ἦν, ὅτι Ῥωμαῖός ἐστιν· “ἐφοβήθη” γάρ, φησιν, “ὁ χιλίαρχος, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν.” Ἀμμωνίου. Πρὸ γὰρ τοῦ γεννηθῆναι τὸν Παῦλον γεγενημένης τῆς Κιλικίας ὑπὸ Ῥωμαίους, ἀνάγκη καὶ αὐτὸν ὡς ὄντα ὑπ’ αὐτοῦς, Ῥωμαῖον εἶναι· τέως δὲ κατὰ τὴν προφητείαν ἐδεσμεύθη ἐν Ιερουσαλὴμ ὁ Παῦλος, καὶ ἐξέβη ὁ λόγος. Μαξέμου. Τί δήποτε ὁ Ἀπόστολος Παῦλος Ῥωμαῖον ἑαυτὸν ἀποκαλεῖ· καὶ πρὸς χιλίαρχον διαλεγόμενος ἔφη· “ὅτι ἐγὼ δὲ “καὶ γεγέννημαι;” οἱ κατὰ πᾶσαν χώραν, ὡς δή τι μέγα τὸ Ῥωμαῖοι καλεῖσθαι νομίζοντες, παρέχοντες δόσεις ἀπεγράφοντο Ῥωμαῖοι, καὶ ἔτρεχεν εἰς τὸ γένος τὸ ὄνομα· ἐπεὶ οὖν οἱ γονεῖς τοῦ Ἀποστόλου ὄντες ἐν Ταρσῷ ἀπεγράφησαν εἰς τὸ καλεῖσθαι Ῥωμαῖοι, εἰκότως ὁ Ἀπόστολος ὡς ἐξ αὐτῶν γεννηθεὶς λέγει· ὅτι ἐγὼ ’δε καὶ γεγέννημαι.”