Ancient Greek
ΚΕΦ. ΛΓ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΓ..1
Not analysed yet
Ὄσα Παῦλος καταβὰς εἰς τὸ συνέδριον ἔπαθέ τε καὶ εἶπε, καὶ εὐθυβόλως ἔπραξεν. Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτοὺς. Οὐκέτι πρὸς τὸ πλῆθος οὐδὲ πρὸς τὸν δῆμον διαλέγεται. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν, ἄνδρες ἀδελφοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐκέλευσε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. Τουτέστιν οὐ σύνοιδα ἐμαυτῷ τι ἠδικηκὼς ὑμᾶς, οὐδὲ ἄξιον τῶν, δεσμῶν τούτων πράττων. Τινὲς φασὶν ὅτι οὐκ ᾔδει ὅτι ἐστὶν ἀρχιερεύς τί οὐν ἀπολογεῖται ὡς κακηγορίας οὔσης, καὶ ἐπάγει, “ἄρχοντα τοῦ λαοῦ σου “οὐκ ἐρεῖς κακῶς;” εἰ γὰρ μὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει· αὐτός φησὶ, “λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχό- “μεθα·” ἐνταῦθα τοὐναντίον· καὶ οὐ λοιδορεῖται μόνον ἀλλὰ καὶ ἐπαρᾶται· παρρησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἣ θυμοῦ· οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ· εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι, ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνο θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα· τὸ δὲ “τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ “κρίνων με κατὰ τὸν νόμον;” ἀντὶ τοῦ ὑπεύθυνος ὤν· ὡσανεὶ ἔλεγε, καὶ μυρίων πληγῶν ἄξιος ὤν. Καὶ μετ’ ὀλίγα—Σφόδρα πείθομαι μὴ εἰδέναι αὐτὸν ὅτι ἀρχιερεύς ἐστι· διὰ μακροῦ μὲν ἐπανελθόντα χρόνου, μὴ συγγενόμενον δὲ Ἰουδαίοις, ὁρῶντα δὲ αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς, πολλῶν ὄντων καὶ διαφόρων. Καὶ μετ’ ὀλίγα—Οὐδὲ ὕβρις ἦν τὸ παρ’ αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις, ὅταν λέγῃ· “οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι “παρομοιάζετε τάφοις κεκονιαμένοις.” Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες εἶπον, τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ, ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κάκως. Εξ Ἀνεπιγράφου. Εἴ τις ἀμφιβάλλει εἰ καλῶς ἐλέχθη προκείμενα, ἀκουέτω, ὡς εἰ μὲν λοιδορῆσαι σπεύδων τοῦτο ἐποίησεν, οὐ δεόντως· εἰ δὲ χάριν ἐλέγξαι ὑπόκρισιν, καὶ τοῦ κολάσεως ὀφειλέτην εἶναι τὸν ὄντα μὲν κακὸν, πλαττόμενον δὲ τὸ καλὸν ἐπὶ ἀπάτῃ πολλῶν, προσηκόντως εἴρηται· διὸ οὐδὲ ἀρχιερέα εἰδέναι λέγει, εἴγε ἀρχιερέως μὲν ἔργον τὸ καὶ σώζειν τὸ ὑποτεταγμένον ποίμνιον· οὗτος δὲ καὶ ἐπέτριβε καὶ ἐλυμαίνετο, ἀφιστῶν τῆς δεδομένης σωτηρίας παρὰ Θεοῦ. Σευήρου. Διατὶ τοῖχον κεκονιαμένον καλεῖ; ἐπειδὴ λαμπρὰν μὲν εἰχε τὴν ὄψιν, ὡς νόμου ἔκδικος, καὶ νόμῳ δικάζων, ἡ δὲ διάνοια ἀνομίας πεπλήρωτο· ἐλέγχει αὐτοῦ τὸ σχῆμα ἐκ τῆς ἔξωθεν διαθέσεως· οἱ δὲ παρεστῶτες ἔλεγον· “τὸν ἀρχιερέα τοῦ Θεοῦ “λοιδορεῖς;” ὁ δὲ ἅγιος Παῦλος βουληθεὶς δεῖξαι, ὅτι δεῖ καὶ θυμὸν δίκαιον περιστέλλειν, καὶ ἀγανάκτησιν δικαίαν καλύπτειν· ὥσπερ μεταμεληθεὶς λέγει· “οὐκ ᾔδειν,” καὶ τὰ ἑξῆς· οὐκ ᾔδεις ὅτι ἱερεύς ἐστι; πῶς οὖν ἔλεγες, “καὶ σὺ κάθῃ κρίνων με κατὰ “τὸν νόμον;” ἀλλὰ προσποιεῖται ἄγνοιαν, οὐ βλάπτουσαν ἀλλ’ οἰκονομοῦσαν· ἔστι γὰρ καὶ μεταχειρισμῷ χρήσασθαι ἰσχυροτέρῳ παρρησίας· πολλάκις μὲν παρρησία ἄκαιρος ἔβλαψε τὴν ἀλήθειαν· μεταχειρισμὸς δὲ εὔκαιρος κατόρθωσε τὸ προκείμενον. Διδύμου. Ὁ τῆς ἔξω ἐπιφανείας ἐπιμελόμενος, κακὸς ὣν τῇ γνώμῃ, τοῖχος κεκονιαμένος εἴη, ᾧ κόλασις ἕπεται, διὰ τὸ δολερῶς ὑποκρίνεσθαι τὴν ἁγίου κατάστασιν· ἐπειδὴ δὲ ταῦτα προσδοκοῦντα ἀρχιερέα λέγεται ὑπὸ Παύλου, ἀμφιβάλλεταί τις εἰ μετὰ τοῦ καθήκοντος ἐλέγχθη· πρὸς ὃν λεκτέον· εἰ μὲν γὰρ διὰ τοῦ c λοιδορήσασθαι προέκειτο, οὐ δεόντως· εἰ δὲ τοῦ ἐλέγξαι, καὶ τὸ d κολαστέον εἶναι τὸν ἐπιμορφαζόμενον τὸ καλὸν, καθηκόντως εἴρηται ἡ φωνή· διὸ καὶ μάλιστα ἐπεὶ ἀρχιερεὺς ὣν, ἐδόκει τοῖχος εἶναι, τοῖχον κεκονιαμένον εἶπεν αὐτόν. οὐ παντὸς ὑποκριτοῦ· ὡς ὅτε ὑποτεταγμένος ἐστι ὄντος τοίχου. Ἀμμωνίου. “Καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;” ἤλεγχε τὸν ἀρχιερέα τῶν Ἰουδαίων παραβάτην ὄντα τοῦ νόμου, καὶ μὴ ὀφείλοντα ἄλλον ἐπὶ παρανομίᾳ κρίνειν. Γνοῦς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραζεν ἐν τῷ συνεδρίῳ, Τοῦ Χρυσοστόμου. Πάλιν ἀνθρωπίνως διαλέγεται· καὶ οὐ πανταχοῦ τῆς χάριτος ἀπολαύει· καὶ ἐν τούτῳ μετὰ ταῦτα ἐβουλήθη σχίσαι τὸ πλῆθος, τὸ κακῶς ὁμονοοῦν κατ’ αὐτοῦ· καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων. Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Τοῦ Αὐτοῦ. Ἐπειδὴ γὰρ ἐκεῖνοι οὐκ ἠβούλοντο εἰπεῖν διατὶ κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Καὶ πάλιν— Ἀπὸ τῆς κατηγορίας αὐτῶν καὶ διαβολῆς, συνίστησιν ἑαυτόν· οὐκ ἴσασι Σαδδουκαῖοι τάχα, οὐδὲ τὸν Θεὸν, παχεῖς τινὲς ὄντες· ὅθεν οὐδὲ ἀνάστασιν βούλονται πιστεύειν εἶναι. Τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. Τοῦ Χρυσοστόμου. Καὶ μὴν τρία ἐστί· πῶς λέγει ἀμφότερα; πνεῦμα καὶ ἄγγελος ἕν φησι· ὅτε μετ’ αὐτῶν ἔστη, τότε ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἀμμωνίου. Σημειωτέον ἐν ῥητῷ τὴν τῶν Σαδδουκαίων αἵρεσιν· καὶ ὅτι ἡ λέξις ἡ λέγουσα “ἀμφότερα,” οὐ μόνον περὶ δύο λέγει, ὅπερ κυρίως δηλοῖ τὰ ἀμφότερα, ἀλλὰ καὶ περὶ τριῶν· ὥς τε οὖν οὐ δεῖ ἐκ τῆς ἔξωθεν ἀκριβολέκτου κυριότητος κρίνειν τὰς τῶν ἁπλῶν καὶ ἀγραμμάτων ἁλιέων συγγραφάς· ἐκ τούτων γὰρ πᾶσα ὡς εἰπεῖν αἵρεσις γεννᾶται, κατὰ κυριολεξίαν ἐπί τινων λόγων τὰς γραφὰς πολυπραγμονεῖν ζητούντων. Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο, λέγοντες, οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. Τοῦ Χρυσοστόμου. Διατί μὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ ἀπελογήσαντο; ὁρᾶς ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρίσκεται· ποῖον ἔγκλημα; φησίν· “εἰ ἄγγελος αὐτῷ ἐλάλησεν ἣ “πνεῦμα.” ὅρα συνετῶς τὸν Παῦλον, οὐδεμίαν αὐτοῖς δόντα λαβήν. Ἰσιδώρου Πηλουσιώτου Ἐπιστολῆσ Αωξη. “Εἰ δὲ ἐλάλησεν αὐτῷ ἣ ἄγγελος τὸ γὰρ “εἰ” ἤ ἐστι· τουτέστιν, ἣ πνεῦμα ἐλάλησεν αὐτῷ ἣ ἄγγελος. Ἀμμωνίου. “Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος. ἀσαφὲς τὸ ῥητὸν, ἣ γὰρ λείπει τι αὐτῷ πρὸς ἀναπλήρωσιν τοῦ νοήματος, ἵνα ἦ οὕτως· εἰ δὲ πνεῦμα ἣ ἄγγελος ἐλάλησεν αὐτῷ τὴν μηχανὴν τοῦ λόγου, ἵνα ἐκφύγῃ τὴν ἐπιβουλὴν, ἄδηλόν φησιν· ἣ ὡς ἀπὸ τῶν Φαρισαίων τὸ ῥῆμα λεκτέον· “εἰ δὲ πνεῦμα ἐλά- “λησεν αὐτῷ ἢ ἄγγελος, ἀντὶ τοῦ, ἰδοὺ τὰ περὶ ἀναστάσεως λαλῶν δῆλός ἐστιν, ἢ διὰ νεύματος Ἁγίου ἢ δι’ ἀγγέλου κατηχηθεὶς τὸν τῆς ἀναστάσεως λόγον. Πόλλης δὲ γενομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τὲ εἰς τὴν παρεμβολήν. Τοῦ Αὐτοῦ. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος μὴ διασπασθῇ, ἐπειδὴ εἶπεν, ὅτι Ῥωμαῖός ἐστι· καὶ οὐκ ἀκίνδυνον ἦν τὸ πρᾶγμα· ὁρᾶς ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι· ἦ γὰρ ἃν οὐδὲ νῦν ἐφοβήθη· καὶ τὸ στράτευμα λοιπὸν ἁρπάζει αὐτὸν ὡς ἴδιον, οἶμαι. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτως δεῖ καὶ εἰς Ῥωμὴν μαρτυρῆσαι. Τοῦ Χρυσοστόμου. Ὅρα πόση ἡ παράκλησις· πρῶτον αὐτὸν ἐπαινεῖ, “ὡς διεμαρτύρω τὰ περὶ ἐμοῦ,” φησιν, “ἐν Ἱεροσολύμοις·” εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδημίας φοβηθῆναι τῆς ἐπὶ Ρώμην· καὶ γὰρ καὶ ἐκεῖ, φησιν, οὐκ ἀπελεύσῃ μόνος, ἀλλὰ τοσαύτῃ χρήσῃ παρρησίᾳ· ὅτι σωθήσεται ἐδηλοῦτο, ἀλλ’ ὅτι καὶ ἐπὶ μεγάλοις στεφάνοις. Διατί δὲ οὐ πρὶν ἣ ἐμπεσεῖν εἰς τὸν κίνδυνον ἐφάνη αὐτῷ; ὅτι ἀεὶ ἐν ταῖς θλίψεσι παρακαλεῖ ὁ Θεός· τότε γὰρ ποθεινότερον φαίνεται, καὶ ἐν τοῖς κινδύνοις ἐγγυμνάζων ἡμᾶς· καὶ μετὰ τὸ φανῆναι πάλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως σωθῆναι· τί δὴ τοῦτο οὐκ ἐθορυβήθη; οὐδὲ εἶπεν, ἆρα ἠπάτημαι παρὰ Χριστοῦ, ἀλλ’ ἐπίστευσεν; οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν· ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας οὐ προέδωκεν. ἀνάγκην τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀνεθαματισμοῦ· ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ· καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ ἐπέθηκεν, οὕτω δὴ καὶ οὗτοι· τοιαῦτα γὰρ τὰ διαβολικά· προσχήματι δῆθεν εὐλαβείας τὰς παγίδας τίθησι· καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων ἀλλὰ λῃσταρχῶν· ταῦτα οὐκ ἀρχόντων ἀλλὰ λυμαινομένων· καὶ τὸν ἄρχοντα διαφθεῖραι ἐπιχειροῦσιν· ἀλλ’ ᾠκονομήθη, ὥστε καὶ ἐκεῖνον καταμαθεῖν αὐτῶν τὴν ἐπιβουλήν. Τοῦ Αὐτοῦ. Ἀεὶ μὲν γὰρ οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος· μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δεσμοὶ γίνωνται· καθάπερ γὰρ στρατιώτης γενναῖος, ἀεὶ μὲν καὶ ἁπλῶς ἐγγυμναζόμενος τοῖς ὅπλοις, ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν εἰστήκῃ καὶ παρατάττηται παρ’ αὐτὸν τὸν βασιλέα, οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα.