Ancient Greek · ~24 min
ΚΕΦ. ΛΔ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΔ..1
Not analysed yet
Περὶ ἐπιβουλῆς μελετωμένης ὑπὸ Ἰουδαίων κατὰ Παῦλον, καὶ μηνύσεως αὐτῆς πρὸς Λυσίαν. Γενομένης δὲ ἡμέρας, ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι, ἀναθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον· ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον, ἀναθέματι ἀναθεματίσαμεν ἑαυτοὺς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Τοῦ Αὐτοῦ. Ὅρα πῶς σφοδροὶ καὶ ἀμυντικοὶ περὶ τὴν κακίαν, καὶ τεσσαράκοντα ὁμοῦ· τοιοῦτον γὰρ τὸ ἔθος· ὅταν μὲν ἐπὶ ἀγαθῷ δεῖ συμφωνῆσαι, οὐδὲ δύο συνέρχονται· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος· καὶ λαμβάνουσι κοινωνοὺς τοὺς ἄρχοντας. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς πρόεισι τὸ κακόν· ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργήν· ἡ ὀργὴ τὴν κραυγήν, ἡ κραυγὴ τὴν βλασφημίαν· ἡ βλασφημία τὰς πληγὰς, αἱ πληγαὶ τὰ τραύματα, τὰ τραύματα θάνατον. Τοῦ Αὐτοῦ. “Ἀναθεμάτισαν ἑαυτούς·” τίς ἡ τοσαύτη σπουδὴ, “ὅπως καταγάγῃ αὐτὸν πρὸς ἡμᾶς;” οὐχὶ δεύτερον πρὸς ὑμᾶς ἐδημηγόρησεν; οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί τὸ περιττόν; ὄντως οὐδὲν ἐφοβοῦντο οὔτε δικαστήρια οὔτε νόμους· οὕτως οὐδὲν αὐτοῖς ἀτόλμητον ἦν· καὶ τὴν γνώμην εἰσηγοῦνται καὶ τὴν πρᾶξιν ἐπαγγέλλονται· ἀνάγκην αὐτοῖς τινὰ ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεματισμου. Ἀμμωνίου. “Ἀναθεμάτισαν ἑαυτοὺς,” ἀντὶ τοῦ ἔξω εἶναι τῆς κατὰ Θεὸν πίστεως εἶπον ἑαυτοὺς, εἰ μὴ ποιήσαιεν τὰ δόξαντα· εἴτε οὖν ἐψεύσαντο τὴν ὑπόσχεσιν, ὡς καὶ ἐψεύσαντο, ἀνάθεμά εἰσιν· εἴτε καὶ τὸν Παῦλον δίκαιον ἄνδρα καὶ ἀκατάκριτον ἐξεγεγόνει αὐτοῖς φονεῦσαι, πάλιν ὡς φονεῖς ἀνάθεμα ἑαυτοὺς ἐποίουν· ἤτοι ὁ Θεὸς ἐποίει αὐτοὺς, εἰ καὶ παρεσιώπων οἱ ἀρχιερεῖς. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε τῷ Παύλῳ. Τοῦ Χρυσοστόμου. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν, τὸ μὴ συνιδεῖν αὐτοὺς, ὅτι ἀκούσεται· τί οὖν ὁ Παῦλος; οὐκ ἐθορυβήθη ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἔργον ἐστὶ τοῦτο· καὶ τὸ πᾶν ἐπ’ αὐτὸν ῥίψας, οὕτως ἑαυτὸν ἀφίησιν. Ἀμμωνίου. Μαλλὸν ὡς Ἰουδαῖος ὣν καὶ συνὼν αὐτοῖς ἤκουσε· σημειωτέον δὲ ὅτι οὐ συγγένεια ποιεῖ ὁμοπίστους, ἀλλ’ ὁ τρόπος· ἢ καὶ οὐκ ἦν Ἰουδαῖος, καὶ ἀκούσας ἦλθε, καὶ προδιωρθώσατο τὸν Παῦλον. *Ὅτι παρεπέμφθη ὁ Παῦλος τῷ ἡγεμόνι εἰς Καισάρειαν μετὰ στρατιωτῶν καὶ γραμματέων. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων, εἶπε, τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλί- αρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. ὁ μὶν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καὶ φησὶν, ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντα τι λαλῆσαί σοι. ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχώρησας κατ’ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί μοι; εἶπε δὲ, ὅτι καὶ οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον, ὡς μελλόντων τί ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀναθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. Τοῦ Χρυσοστόμου. Πάλιν ἀνθρωπίνη σώζεται προμηθεία· καὶ ὅρα ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον· ἀλλὰ λαβὼν ὁ ἑκατόνταρχος ἀπήγαγε τῷ χιλιάρχῳ· καὶ καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον· καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις τὸ τί δεῖ γενέσθαι. Τοῦ Αὐτοῦ Ἐκ Τῆσ Πρὸσ Κορινθίουσ Ἐπιστολῆσ. Τί λέγεις; καὶ Παῦλος κινδύνους ἐφοβεῖτο; καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ’ ἄνθρωπος ἦν· τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ’ ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἱ λέγοντες ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μόνον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων· εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία, ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διὰ παντὸς ἔδραμε στεφανούμενος· καὶ οὐδενὶ τῶν δικαίων ἐνέδωκεν ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ταῦτα ἐνεφάνισας πρός με. Τοῦ Χρυσοστόμου. Ὠικονομήθη ὥστε κἀκεῖνον μαθεῖν αὐτῶν τὴν ἐπιβουλήν· οὐ γὰρ ἐκ τοῦ μηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ ἐκ τοῦ λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς μηδὲν ὄντας· εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι· οὐ γὰρ δὴ ἐβούλετο οὔτε ἀρνήσασθαι οὔτε ἐπινεῦσαι· τότε δὲ ἐπίστευσεν ἐκ τῶν ἤδη γενομένων. Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσι, μεχρὶ Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· κτήνη τε παραστῆσαι, ὅπως ἐπιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. Τοῦ Αὐτοῦ. Πέμπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα καὶ ἐκεῖ διαλεχθῇ ἐπὶ μείζονος θεάτρου καὶ λαμπροτέρου τοῦ ἀκροατηρίου· ἵνα μὴ ἔχωσι λέγειν οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδομεν Παῦλον, ἐπιστεύσαμεν ἃν, εἰ ἠκούσαμεν αὐτοῦ διδάσκοντος· καὶ αὐτὴ οὖν αὐτοῖς ἡ ἀπολογία ἐκκόπτεται. Βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἢν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. μηνυθείσης δέ μοι ἐπιβουλῆς ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἔπι σου. ἔρρωσο. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθωοῦται ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου· ὅρα τὴν κακίαν ἀναίρου μένην· παρέδωκαν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ καταδικάσαι· γίνεται δὲ τοὐναντίον· καὶ σώζεται καὶ ἀθῷος εὑρίσκεται· εἰ γὰρ μὴ οὗτος, κἂν διεσπάσθη· εἰ μὴ οὗτος, ἀπώλετο, κἂν κατεδικάσθη. οὐ μόνον ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται, ἀλλὰ καὶ ἄλλης πολλῆς· ὅρα πῶς αὐτῷ ὑπηρέτης γίνεται, ὥστε ἀκινδύνως διασωθῆναι μετὰ τοσαύτης παρατάξεως.