Ancient Greek
Chapter 14, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.6.4
Not analysed yet
Φωτίου. Εἰ δὲ περὶ νηστείας τὸ πᾶν ἐκλαβεῖν βούλει, οὕτω νόησον. ὁ κρίνων καὶ λογιζόμενος καλὸν εἶναι καθ’ ἡμέραν φαγεῖν, τῷ Κυρίῳ φρονεῖ. τουτέστιν, ἐν Κυρίῳ τοῦτο λογίζεται. τοῦτο γὰρ διὰ τὸν Κύριον ποιεῖ. καὶ ὁ μὴ κρίνων τοῦτο, μὴ δὲ λογιζόμενος, ὅτι καλόν ἐστι καθ’ ἡμέραν φαγεῖν, διὰ τὸν Κύριον κρίνει τοῦτο καλὸν εἶναι, καὶ λογίζεται. αἴτια γάρ ἐστι ταῦτα τὰ εἰρημένα αὐτῷ, τοῦ “ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” πῶς δὲ λέγεις τοῦτο Παῦλε; καλῶς εἰπον, φησίν. ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν, καὶ ὁ ἐσθίων καθ’ ἡμέραν, εἰς ἀρέσκειαν Κυρίου τοῦτο ποιοῦσι. καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα ἐπιτείνει τὴν αἰτίαν, καὶ φησὶν, καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ Θεῷ ἐν τῷ ἐσθίειν. ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς. καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίας καὶ μεθόδους, δι’ ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως νηστεύων ἢ ἐσθίων, κατάκριτος, ὥσπερ τῶν αἱρετικῶν τινες. ταύτα οὑν πέρι τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον. ἀλλὰ μὴ περὶ ἄλλων τινῶν. οὐ γὰρ ἐπὶ πάντας ὁ κανὼν οὗτος διήκει. διὸ οὐδὲ ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει. οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου. καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων, οὐκ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Θεοῦ, ἀλλ’ ὡς ἀστήρικτος ἐν τῇ πίστει. ἀλλ’ ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν· ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν. τὸν δὲ ἐσθίοντα καθημέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν, οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν. ὅτι καὶ ἄμφω εἰς δόξαν Κυρίου ποιοῦσιν ὅπερ ποιοῦσιν. “οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ. καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. “ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν. ἐάν τε ἀποθνήσκωμεν, τῷ “Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν τοῦ “Κυρίου ἐσμεν. εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε, καὶ ἀνέστη καὶ “ἔζησεν, ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ.”