Ancient Greek · ~3 min
8.22.Comment verse to 8.22.2
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.22.Comment verse-2
Not analysed yet
Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς τοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν του σώματος ἤμων. Χρυσοστόμου. Ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ οὕτω λέγων. μὴ γένῃ τῆς κτίσεως χείρων· καὶ τοῖς παροῦσιν ἐμφιλοχωρήσῃς. οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλον σὲ δίκαιον τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον. Θεοδωρήτου. Ἐνταῦθα δὲ καὶ τὴν ἀόρατον συμπεριέλαβε κτίσιν. “πᾶσα” γὰρ εἶπεν “ἡ κτίσις.” εἰς ἀκριβεστέραν δὲ τοῦ χωρίου, τῆς εὐαγγελικῆς ἀναμνήσω φωνῆς· ὃ γὰρ Κύριος ἔφη, καὶ τοὺς Ἀγγέλους ἐν τῷ οὐρανῷ χαίρειν ἐπὶ ἀνθρώπῳ μετανοοῦντι. εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, τὰς ἡμετέρας παρανομίας ὁρῶντες.