Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.6
Not analysed yet
Θεοδωρήτου. Ὅπερ διὰ τῶν μακαριῶν Ἀποστόλων εἰς ἔργον προῆλθεν. οἳ τὴν πολλὴν τῆς παλαιᾶς νομοθεσίας περίοδον διαγράψαντες, εἰς σύντομον πολιτείας ὁδὸν ἐνεβίβαζον τὰ ἔθνη. γράφοντες, ὡς ἔδοξε τῷ Ἁγίῳ Πνεύματι, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος· πλὴν τῶν ἐπάναγκες τούτων ἀπέχεσθαι· εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ καὶ πορνείας. εἰς ταῦτα γὰρ ἐκ πολλῶν περιστήσαντες τὴν παρατήρησιν, εὐχερῆ τῆς δικαιοσύνης κατε- σκεύασαν τὴν πολιτείαν· ὅπερ καὶ ὁ θεῖος Ἀπόστολος διδάσκει λέγων, “τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.” ἐπεὶ οὖν πολλὰ διέστελλεν ὁ νόμος περὶ βρωμάτων, οἱ Ἀπόστολοι μόνον ἐκέλευσαν φυλάττεσθαι ἀπὸ τῶν εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ· καὶ ἀντὶ τοῦ τηρεῖν τὴν περιτομὴν, ἀντεισήγαγον φυλάττεσθαι ἀπὸ πορνείας· ἡ γὰρ περιτομὴ, εἰς σημεῖον καὶ ὑπόμνημα ἦν, τῆς τοῦ Ἁβραὰμ πίστεως. ἀλλ’ ἐδόθη καὶ ὡς σωφροσύνης σύμβολον· ἐμφαῖνον ὡς χρὴ περιτέμνειν τὴν ἀκολασίαν.