Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.7
Not analysed yet
Οἰκουμενίου. Ἢ τὸ, συντελῶν δηλοῦ, ὅτι πέρας ἔχουσι πάντες λόγοι γνώσεως καὶ πίστεως Θεοῦ. καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τὸν νῦν κηρυττόμενον. ὥσπερ ἦν τὰ Ἰουδαίων, καὶ μετέπεσεν εἰς τὰ νῦν. ἀλλ’ ἐπὶ συντελεία πάσης πίστεως, καὶ παντὸς λόγου, δέδοται ὁ νῦν τῆς πίστεως λόγος. ὁ μὲν γὰρ Μωσαϊκὸς νόμος ἐδόθη, προδιατυποῦντος τοῦ Θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος. τὸν δὲ εὐαγγελικὸν δίδωσι, συντελῶν καὶ συντέμνων. τουτέστιν, ἀπαρτίζων ἅπαντα, καὶ εἰς τέλος ἄριστον ἄγων. τὸ δὲ “λόγον συντελῶν,” ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν. ἐπειδὴ γὰρ εἶπε, “καλέσω τὸν οὐ λαόν μου λαόν μου·” ἵνα μή τις εἴπῃ καὶ τι τοῦτο ; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινὲς οὐ λαός· οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένηται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτω φησὶν, λόγον συντελῶν. ἐκεῖνα μὲν γὰρ, μετέπιπτεν ἐπὶ τὸ κρεῖττον· πάντων ὠφειλόντων μεταρρυθμίζεσθαι· νῦν δὲ, οὐκέτι. ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις, καὶ ἡ πνευματικὴ νομοθεσία. ἄλλως τε ἐπειδὴ εἶπεν, “ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν “υἱῶν Ἰσραήλ,” καὶ τὰ ἑξῆς. ἵνα μὴ εἴπωσιν, ὅτι πολλάκις ἐπαγγελιῶν πολλῶν ἀκούσαντες, ἣ οὐδόλως ἐτύχομεν, ἣ μετὰ μικρὸν χρόνον· καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν· οὐχ οὕτω καὶ νῦν φησὶν, ἀλλ’ ἐὰν βούλησθε, τελεία καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία.