Ancient Greek · ~34 min
ΚΕΦ. Η.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Η..1
Not analysed yet
Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς καὶ ἀγάπης εὐφρανούσης αὐτόν. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον. Ἐπειδὴ γὰρ ἔπληξεν αὐτοὺς, εἰπὼν, ὅτι αὐτοῦ μὲν ἀποφοιτῶσι, κολλῶνται δὲ ἀπίστοις καὶ ἀκαθάρτοις, νῦν θεραπεύει αὐτοὺς καί φησι, “χωρήσατε “ἡμᾶς,” τουτέστι, δέξασθε ἡμᾶς καὶ τὰ ἡμῶν ῥήματα, νῦν γὰρ οἷον ἐκβεβλήμεθα τῶν διανοιῶν ὑμῶν· εἶτα καὶ τοὺς ψευδαποστόλους αἰνιττόμενός φησιν, ὅτι οὐκ ἠδικήσαμεν ἢ ἐφθείραμεν ἐν δόγμασιν ἀσεβέσιν. Οὐ πρὸς κατάκρισιν λέγω. Οὐκ ἐπὶ τὸ κατακρῖναι, φησὶν, ὑμᾶς, λέγω ταῦτα· πόθεν δῆλον; ἐκ τῆς ἀγάπης, “ὅτι ἐν ταῖς καρδίαις ἡμῶν,” φησὶν, “ἐστὲ εἰς “τὸ συναποθανεῖν καὶ συζῆν.” Εἰς τὸ συναποθανεῖν καὶ συζῆν. Ἔνι καὶ πεφιλῆσθαι καὶ ἐν καρδίᾳ εἶναί τινος, οὐ μὴν εἰς τὸ ἀποθανεῖν καὶ συζῆν, πλὴν ἐμοὶ οὕτως πεφίλησθε· καὶ ποῖον τοῦτο εἶδος φιλίας τὸ συζῇν; ναὶ, φησὶν, εἰσι γάρ τινες οἳ τοῖς φίλοις κακῶς μὲν πράττουσι συναλγοῦσι, εὐδρομοῦσι δὲ φθονοῦσιν, ἀλλ’ οὐχ ἡμεῖς. Πολλή μοι παρρησία πρὸς ὑμᾶς. Εἶτα καὶ ἄλλως τὸ βαρὺ τῆς ἐπιπλήξεως λεαίνει· οὐ κατακρίνων ὑμᾶς, φησὶ, ταῦτα λέξω, ἀλλ’ ὅτι “πολλή μοι παρρησία ‘πρὸς ὑμᾶς, ὅπερ καὶ τοῦτο είδος ἀγάπης. Αντι τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς ψυχὰς ὑμῶν. Ταῦτα δοκεῖ μὲν τῶν πρώτων ἐναντία εἶναι, ἔνθα αὐτῶν κατεγίνωσκεν ὡς ἀτόποις κολλωμένων, ἀλλ’ οὐδὲν ἐναντίον· ὁ γὰρ διὰ τούτων ἔπαινος, τὴν ἀπὸ τῶν ἐλέγχων ὠφέλειαν ἀπαράδεκτον ποιεῖ, ὡς ἀπὸ φιλοῦντος λεγόμενος, ὡσεὶ ἔλεγε, μὴ γὰρ ὡς κατεγνωκὼς ὑμῶν ἐκεῖνα ἔλεγον, οὐμενοῦν, ἀλλ’ ἵνα ἐπιδῶτε πρὸς ἀρετήν. λήρωι τῆ παρακλήσει. Ποίᾳ; ὅτι ἐφ’ οἱς ἐν τῇ πρώτῃ κατέγνων ὑμῶν Ἑπιστολῇ διορθωσθέντες δι’ αὐτῶν τῶν ἔργων παρακαλέσατέ με τὸ μὴ λυπεῖσθαι· καὶ οὐ μόνον τοῦτο φησὶν, ἀλλὰ καὶ χαρᾶς με ἐνεπλήσατε· οὕτως ἡ διόρθωσις σύντομος ἐγένετο καὶ ἐναργὴς, τοῦτο ἐστὶν, ὑπερπερισσεύομαι τῇ χαρᾷ, καὶ τοσαύτη ἐστὶ, φησὶν, ἡ χαρὰ, ὅτι ἀντὶ πάσης ἤρκεσεν ἡμῖν τῆς θλίψεως. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν. Εἶτα διηγεῖται τὴν θλῖψιν, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα τὴν δι’ αὐτοὺς χάριν μείζονα δόξῃ, ὡς ἰσχύσασαν τοσαύτην θλῖψιν ἀμαυρῶσαι, ἐξ ὧν διετελέσαμεν. Εξωθεν μάχαι— Παρὰ τῶν ἀπίστων οὓς ἔξωθεν καλεῖν εἴωθεν. Ἔσωθεν φόβοι. Διὰ τοὺς πιστοὺς, μή πὼς τοῖς πειρασμοῖς μαλακισθῶσιν. Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινούς. Τίς ὁ παρακαλῶν τοὺς ταπεινοὺς καὶ ἀνοηθήτους; ὁ Θεὸς δηλαδή· οὗτος ἡμᾶς, φησὶ, παρεκάλεσε διὰ τῆς παρουσίας Τίτου. μέγα τι ποιεῖται τὴν παρουσίαν αὐτοῦ· βούλεται γὰρ ἀξιόπιστον αὐτοῖς καὶ φίλον καταστῆσαι τὸν ἄνδρα. Οὐ μόνον δὲ ἐν τῆ παρουσίᾳ αὐτοῦ. Οὐ μόνον ἡ παρουσία αὐτοῦ ἐποίησέ μοι, φησὶ, τὴν εὐφροσύνην, ἀλλὰ καὶ τὸ παρακεκλῆσθαι αὐτὸν καὶ εὐφρανθῆναι παρ’ ὑμῶν· ἐπειδὴ γὰρ διωρθώθητε, αὐτός τε ἐπὶ τῇ ὑμῶν μεταβολῆ παρεκλήθη, καὶ ἡμεῖς συμπαρεκλήθημεν. ὁρᾷς πῶς αὐτοῖς οἰκειοῖ τὸν Τίτον; οὗτος ἦν ὁ πεμφθεὶς πρὸς αὐτοὺς μετὰ τῆς πρώτης Ἐπιστολῆς. Ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὕμιν. Οὐ λέλεγει, παρ’ ὑμῶν, ἀλλ’ ἐφ’ ὕμιν, ἔπι τῇ ὑμῶν γὰρ, φησὶ, μεταβολῇ τὴν παράκλησιν ἔσχεν. Εἶτα καὶ αὐτὴν τὴν παράκλησιν λέγει· εὔφρανε γὰρ, φησὶν, ἡμᾶς ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, ὅτι ἐπιποθεῖτέ με, φησὶ, ἰδεῖν. Τὸν ὑμῶν ὀδυρμὸν— Οὐκ ἐδακρύετε, φησὶ, ἀλλ’ ὀδύρεσθε ἐπὶ τῇ ἐπιτιμήσει μου τῇ ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Τὸν ὑμῶν ζηλον— Οὐκ εἶπεν, ὀργὴν, ἀλλ’ ὃ πλέον ἦν, ζῆλον φησὶν, ὃν ὠργίσθητε τῷ πεπορνευκότι καὶ τοῖς διασύρουσιν ἡμᾶς ψευδαποστόλοις. Ὥστε με μᾶλλον χαρῆναι— Οὐκ ἐλυπούμην d, φησὶ, διὰ τὰς εἰρημένας μου θλίψεις. Ὅτι εἰ καὶ ἐλύπησα ἡμᾶς. Ὅτι ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς διὰ τὴν ἔγκλησιν. Εἰ καὶ τοιαῦτά ἐστι, φησὶ, τὰ γραφέντα ἐν τῇ πρώτῃ Ἐπιστολῇ, ὥστε ὑπερβαίνειν τὸ μέτρον τῆς ἐπιτιμήσεως, καὶ διὰ τοῦτο ποιοῦντα μεταμεληθῆναι, ὅμως τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν γεγονὸς οὐκ ἐᾷ με λοιπὸν μεταμεληθῆναι. ταῦτα δὲ, φησὶν, οὐκ ἐπειδὴ ἀμέτρως ἐπετίμησεν, ἀλλὰ πρόφασιν ἐπαίνων τὸ πρᾶγμα ποιησάμενος. Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς. Πρὸς ὥραν γὰρ ἡ λύπη, καὶ διηνεκὲς τὸ κέρδος. Νῦν χαίρω— Ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ μεγάλα ὠφέλησεν, ἀλλὰ τοῦτο μὲν οὐκ εἶπεν, ἐπὶ τὴν αὐτοῦ δὲ κηδεμονίαν ἦλθε καὶ τὰ ἐκείνων ἐγκώμια. Οὐχ ὅτι ἐλυπήθητε. Τί γάρ μοι κέρδος ἢν ὅτι ἐλυπήθητε; ὅρα δὲ, τὸ λυπῆσαι τῇ Ἐπιστολῇ ἀναθεὶς, τὴν μετάνοιαν οὐ λέγει ἐξ αὐτῆς γεγενῆσθαι, ἀλλ’ ἐκ τῆς ἐκείνων ἀρετῆς· οὐ γὰρ εἶπεν ὅτι ἐλύπησεν ὑμᾶς εἰς μετάνοιαν, ἀλλ’ “ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.” Ἐλυπήθητε γὰρ κατὰ Θεὸν— Αὕτη γὰρ ἡ καλὴ λύπη, ὡς τό γε κατὰ ἄνθρωπον λυπεῖσθαι κακὸν. Ἵνα μηδενὶ ζημιωθῆτε ἐξ Εἰ ἐσιωπήσαμεν, φησὶ, καὶ μὴ ἐπεπλήξαμεν, ἡμεῖς ἦμεν οἱ ζημιοῦντες ὑμᾶς, οἱ μὴ παρασχόντες μετανοίας ἀφορμήν. Ἡ γὰρ κατὰ Θεὸν λυτὴ μετάνοιαν εἰς σωτηρίαν κατεργάζεται. e Λοιπὸν περὶ τῆς λύπης τῆς κατὰ Θεὸν φιλοσοφεῖ, διαιρῶν αὐτὴν τῆς τοῦ κόσμου λύπης, καί φησιν, ἡ γὰρ κατὰ Θεὸν λύπη ἀμεταμέλητον κατεργάζεται, ὡς ἥ γε τοῦ κόσμου θάνατον, ὅταν διὰ χρήματα, ὅταν διὰ δόξαν λυπῆται τις· ἐπειδὴ γὰρ τὸ τῆς λύπης φάρμακον εἰς τὸ τὰς ἁμαρτίας λυπεῖσθαι κατεσκεύασται μόνον, ἐν τούτῳ μόνον καὶ ὠφελεῖ, ἐν δὲ τοῖς λοιποῖς καὶ βλάπτει· παρὰ φύσιν γὰρ αὐτῇ χρώμεθα. Οὔτε γὰρ ὁ λυπηθεὶς κατὰ Θεὸν μεταμεληθείη ποτὲ ἣ κατέγνω ἑαυτοῦ. τί δήποτε λελύπηται; ὅπερ ἐπὶ τῆς τοῦ κόσμου λύπης συμβαίνειν εἴωθεν. Ἰδοὺ γὰρ, αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς. Καὶ λοιπὸν ἐκ τῶν ἀποβεβηκότων τὰς ἀποδείξεις, ὧν εἴρηκε, παρέχει. “Ἰδοὺ γὰρ,” φησὶ, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς “πόσην κατειργάσατο σπουδήν;” οὐ μόνον γὰρ εἰς μεταμέλειαν τοῦ ὅλως λυπηθῆναι οὐκ ἤλθετε, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησε· καὶ λέγει τῆς σπουδῆς τὰ τεκμήρια. ἈΛλὰ ἀπολογίαν— Τὸ “ἀλλὰ” ἐν ὅλοις τούτοις τοῖς κεφαλαίοις ἀντὶ τοῦ καὶ κεῖται, καὶ ἀπολογίαν εἰργάσατο πρός με· ἀπολογήσασθαι γὰρ τῇ μετανοίᾳ καὶ τὸ ἀποκόψαι ὑμῶν τὸν πεπορνευκότα. Ἀλλὰ ἀγανάκτησιν— Καὶ ἀγανάκτησιν, φησὶ, πρὸς τὸν πορνεύσαντα καὶ φόβον πρός με· φοβουμένων γὰρ ἦν ἡ τοσαύτη διόρθωσις, καὶ “ἐπιπό- “θησιν.” Ἐπειδὴ γὰρ τὸ τοῦ φόβου ἐπαχθὲς ἦν, ἐπάγει, καὶ “ἐπιπόθησιν·” ἀγαπῶντες γὰρ, φησὶ, καὶ δεδοικότες, μή με λυπήσητε, διωρθώσασθε, καὶ “ζῆλον,” φησὶν, ἣ περὶ Θεοῦ, ἡ ὑπὲρ Θεοῦ τοὺς λοιδοροῦντας ψευδαποστόλους, καὶ “ἐκδίκησιν·” καὶ e Ηæc Photio assignat Ed. Œcum. f ἀπελογήσασθε γὰρ ἐξεδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑπὸ τοῦ πεπορνευκότος ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι. Οὐ μόνον, φησὶν, οὐδὲν τετόλμηται ὑμῖν τοιοῦτον, οἷον τῷ πεπορνευκότι, ἀλλ’ οὐδὲ συνήσθητε αὐτῷ. Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ Ἐπιστολῇ εἰρήκει, “καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ,’ ὅπερ αὐτοὺς κοινωνοὺς τοῦ πλημμελήματος ἐποίει νῦν, φησὶ, καὶ ταυτην ἀπερρίψασθε τὴν ὑπόνοιαν. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν. Τίς ὁ ἀδικήσας, καὶ τίς ὁ ἀδικηθείς; οἱ πεπορνευκότες, ἀδίκησαν γὰρ ἑαυτοὺς, καὶ ἠδικήθησαν ὑφ’ ἑαυτῶν· λέγει δὲ τοῦτο, τὰς τοσαύτας, φησὶν, ἐγκλήσεις οὐχ ἕνεκεν τῶν πεπορνευκότων ὑμῖν ἔγραψα πρωτοτύπως, ἀλλ’ ἕνεκεν ὑμῶν αὐτῶν. ἀσφαλιζόμενος ὑμᾶς, μή πὼς ὁδῷ βαδίζον εἰς ὑμᾶς ἔλθῃ τὸ κακόν· “μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· ἀλλὰ τότε μὲν οὕτως, νῦν δὲ, φησὶν, ἕνεκεν τοῦ δεῖξαι ὑμῖν πῶς ἐν σπουδῇ καὶ ἐν φροντίδι δι’ ὑμᾶς ἔχω, ὅπερ αὐτὸ μέν ἐστι τῷ πρώτῳ, ἀγαπητικώτερον δὲ εἴρηται. Οὐχ εἵνεκεν ἀδικήσαντος. Οὐ τοῦτο λέγει τὸ ἕνεκεν ἐκείνων οὐκ ἔγραψα, ἀλλὰ τὸ οὐ πρωτοτύπως δι’ ἐκείνους, ἀλλὰ διά τε ὑμᾶς καὶ δι’ ἐκείνους. Τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς— Ἦν μὲν, φησὶν, ἀγάπη παρ’ ἐμοὶ, ἀλλὰ καὶ φανερωθῆναι αὐτὴν ἐζήτουν, ὡσανεὶ ἐφορῶντος, φησὶ, Θεοῦ, ὅτι τουτέστιν ἀληθεύω. Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπειδὴ καὶ τὴν σπουδὴν τὴν περὶ ὑμᾶς ἐπέδειξα, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Ἐπὶ τῇ παρακλήσει ὑμῶν. Ἐπαρεκλήθημεν, φησὶν, ἐπὶ τῇ διορθώσει ὑμῶν, “μᾶλλον ἐχά- “ρημεν ἐπὶ τῇ χαρᾷ Τίτου,” ὅτι διὰ τῆς διορθώσεως ὑμῶν ἀναπέἡπαυται ἡ ψυχη αὐτοῦ. Ὑπὲρ ὑμῶν κεκαύχημαι— Καὶ ἀρετῆς μαθητῶν ἔλεγχος, τὸ διδάσκαλον ὑπὲρ αὐτῶν καυχᾶσθαι, καὶ ἀγάπης διδασκάλων δεικτικόν. Οὐ κατῃσχύνθην. Οὐ γὰρ ἐφάνην ψευδόμενος. Ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν. Πολὺ περὶ Τίτου γράψας ἦν, καὶ ὡς ἐν παρεξόδῳ τὰ περὶ αὐτοῦ εἰρημένα βεβαιοῖ· ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα ἀληθῆ, οὕτω καὶ τὰ πέρι ὑμῶν κεκαυχημένα. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως. Οἶον ἡ διάθεσις, τοῦτο δὲ Τίτον ἐστὶν συνιστῶντος αὐτοῖς ὡς σφόδρα ἐκκαιόμενον καὶ συνδεδεμένον αὐτοῖς· διὸ σπλάγχνα, καὶ οὐκ ἀγάπην εἴρηκε. τὸ γὰρ σπλάγχνον πλεῖόν τι δηλοῖ. Ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν. Εἶτα ἵνα μὴ δόξῃ κακίας εἶναι τὰ ῥήματα, καὶ τὴν αἰτίαν τῆς διαθέσεως εἴρηκε, μᾶλλον αὐτοὺς ἐκ τούτου προτρεπόμενος· τοῦτο δὲ καὶ τὸν Τίτον σεμνύνει ὡς ἀεὶ Κορινθίους ἔχοντα κατὰ διάνοιαν, καὶ αὐτοὺς δὲ ὅτι ἴσχυσαν οὕτως ἑλεῖν τὸν Τίτον. Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Εἰτα ἐπίτασιν λέγει τῆς ὑπακοῆς, ὅτι οὐ μόνον ἦν ὑπακοὴ, ἀλλὰ φόβος καὶ τρόμος μὴ ἔν τινι πάλιν προσκρούσωσι, καθάπερ ἤδη ἐπὶ τοῦ πεπορνευκότος. Χαίρω οὖν ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν. Εὰν ἐπιπλήξαι δέοι οὐ δέδοικα μὴ ἀπορραγῆτε, κἂν ὑπὲρ ὑμῶν καυχήσασθαι, οὐ δέδοικα μὴ ψεύστης ὀφθῶ· τοῦτο δὲ λέγων καὶ τὸν περὶ ἐλεημοσύνης κατασκευάζει λόγον.