Ancient Greek
ΚΕΦ. Θ.
Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi ΚΕΦ. Θ..1
Not analysed yet
Περὶ μακροθυμίας κοὶ ὑπομονῆς παθημάτων, κοὶ περὶ ἁληθείας. Μακροθυμήσατε οὖν ἀδελφοὶ, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ, ἕως λάβῃ ὑετὸν πρώιμον καὶ ὄψιμον. Κυρίλλου. Εἰ γὰρ καὶ ὑπερτίθεταί, φησιν, ὁ Θεὸς τῶν ἁμαρτανόντων τὴν τιμωρίαν, περιμένων ἀυτῶν τὴν μετάνοιαν, οὐχ ὡς μεταβεβλημένος ταῦτα ποιεῖ, ἣ καὶ φιλῶν τοὺς ἁμαρτάνοντας· ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων. Εἰπὼν τῶν ἀδίκων τὴν τιμωρίαν, τοῖς ἀδικηθεῖσιν εἰκότως μακροθυμεῖν παραινεῖ τὴν παρουσίαν ἐκδεχομένοις τοῦ Κυρίου· ἅμα δὲ καὶ ὅρκων ἀπαγορεύει ἅπτεσθαι, καὶ προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγαπῆν, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλοὺς ἐπιστρεφόντων ὁ μισθός. Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. Τοῦ Χρυσοστόμου. Μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι· διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ. Τοῦ Αὐτοῦ. Εἰ οὖν καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης ὅταν δὲ ἴδωσιν οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα. Μὴ στενάζετε κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς 1 προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε. Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα “Εὐχαριστοῦντεσ “Ἐν Τῶι Θεῶι.” Εἰ γὰρ εὐχαριστοῦμεν μετὰ μεγάλα τὰ γινόμενα. ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον· ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα· οἷον ὁ Ἰὼβ ηὐχαρίστησεν ὀδυνώμενος, καὶ ἔλεγεν “ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο.” μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γινόμενα, οὐδὲ ἀθυμία περιέβαλε. μὴ δὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου ὅταν δὲ τοιαῦτα ἠ’, οὐ διὰ τὸν φόβον οὐδὲ διὰ δεσποτείαν μόνον, ἀλλὰ δι’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν· πόσος ὁ ἔπαινος ; εἰπέ μοι γὰρ, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τὰς τοσαύτας καμήλους, καὶ τὰ ποίμνια, καὶ τὰ βουκόλια; ἣ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, “ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο; ”καὶ γὰρ καὶ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ· οὐχ ἵνα τὰ χρήματα ἡμῶν ἀφέληται, οἶδε γὰρ ὅτι οὐδέν ἐστιν, ἀλλ’ ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον. Καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστι καὶ οἰκτίρμων. Ἐκ γὰρ τῆς ἐκβάσεως τῶν πραγμάτων ἐδείχθη καὶ ἡ τοῦ διαβόλου συκοφαντία καὶ ἡ τοῦ Θεοῦ ἀψευδὴς μαρτυρία. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ· ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Τοῦ Χρυσοστόμου. Τί οὖν ἐὰν ἀπαιτῇ τις ὅρκον, καὶ ἀνάγκην ἐπάγῃ· ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος· ἐπεὶ εἰ μέλλει τὰς τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων· καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ’ ἑκὼν καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα· ἄλλως δὲ οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ· ὁ γὰρ τῶν ἔμπροσθεν μακαρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευάσας, οἷον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ’ οὐδενὸς ὑποστήσεται τοιαύτην ἀνάγκην· αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ σεμνὸς. τι ἐστι τὸ πέριττον του ’ναι, καὶ του οὐ ; ο ὅρκος οὐκ ἐπὶ τὸ ἐπιορκεῖν· ἐκεῖνο γὰρ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι καὶ περιττὸν, ἀλλ’ ἐναντίον τὸ δὲ περιττὸν καὶ τὸ πλέον ὁ ὅρκος ἐστίν. Διὰ τοῦτο δὲ τὸ παλαιὸν ὁ ὅρκος νενομοθέτηται, ἵνα μὴ κατ’ εἰδώλων ὀμνύωσιν· ὀμεῖσθε γάρ, φησι, τὸν Θεὸν τὸν ἀληθινόν. Κυρίλλου. Ἔστω ἡ τοῦ βίου ἡμῶν μαρτυρία βεβαιοτέρα ὅρκου· εἰ δέ τις ἀναιδὴς μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον· ἔστω ὑμῖν τὸ ναὶ, ναὶ, καὶ τὸ οὓ, οὓ, ἀντὶ του ὅρκου. Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ κτίσιν ἀξίωμα, θεοποιοῦντες αὐτά. οἱ γὰρ ὀμνύντες, φησὶ, κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὡς ὁ Ἀπόστολος φησί.