Ancient Greek · ~20 min
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 9.1
Not analysed yet
l Ὁ δὲ Μιχαὴλ ὁ Ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν, ἐπιτιμήσαι σοι Κύριος. “Ὁ δὲ Μιχαὴλ ὁ Ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος “διελέγετο περὶ τοῦ Μωϋσέως σώματος’’ καὶ τὰ ἑξῆς. Δείκνυσι καὶ τὴν παλαιὰν συμφωνοῦσαν τῇ καινῇ, καὶ ὑφ’ ἑνὸς Θεοῦ δεδομένας· ὁ γὰρ διάβολος ἀντεῖχε θέλων ἀπατῆσαι, ὅτι ἐμὸν τὸ σῶμα ὡς τῆς ὕλης δεσπόζοντι· καὶ ἤκουσε παρὰ τοῦ Ἀγγέλου τὸ “ἐπιτιμήσαι σοι Κύριος.” τουτέστι ὁ Κύριος τῶν πνευμάτων καὶ πάσης σαρκός. διὰ ταύτην τὴν αἰτίαν πρὸ μικροῦ εἶπεν, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, ὁ παλαιᾶς καὶ καινῆς διαθήκης Θεὸς, δόξα αὐτῶ. Ὁ δὲ Μιχαὴλ οὐκ αὐθεντήσας ἐπήγαγεν αὐτῷ τιμωρίαν ἀξίαν τῆς βλασφημίας, ἀλλὰ κατέλιπεν αὐτὸν τῇ γνώμῃ τοῦ ἑαυτοῦ δεσπότου· ὅτε γὰρ ἤγαγε Μωυσῆν ἐν τῷ ὄρει, ἔνθα μετεμορφώθη ὁ Κύριος, τότε ἔλεγεν ὁ διάβολος τῷ Μιχαὴλ, ἐψεύσατο ὁ Θεὸς εἰσαγαγὼν τὸν Μωσῆν, ἔνθα ὤμοσε μὴ εἰσελθεῖν αὐτόν. Λέγεται ὁ Μιχαὴλ περὶ τὴν τοῦ Μωυσέως σώματος διηκονηκέναι ταφήν· τοῦ διαβόλου πρὸς τοῦτο ἀνθισταμένου· αυγχωροῦντος τοῦ Θεοῦ, καὶ βουλομένου δεῖξαι διὰ τοῦ φαινομένου τοῖς τότε μικρὰ βλέπουσι καὶ παχύτερον διακειμένοις τὸ ἀφανὲς, ὅτι μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ταῖς ἡμετέραις ψυχαῖς ἀνθίστανται πορευομέναις τὴν ἐπὶ τὰ ἄνω πορείαν, ὁ τε διάβολος καὶ αἱ δυνάμεις αἱ πονηραὶ σὺν αὐτῷ, ἐκκόψαι τὸν δρόμον βουλόμεναι· καὶ τῶν μὲν τὰ φαῦλα ἐργασαμένων κατισχύουσι· τῶν δὲ δικαίων ἡττῶνται διὰ τῆς ἀγγελικῆς συμμαχίας. τοῦτο καὶ ὁ μακάριος Ἀντώνιος ἐν ὁράσει τεθέαται. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Θωμᾶν ἐπίσκοπον Γερμανικίασ ἐπιστολῆσ m. Ἐνταῦθα διὰ σωματικοῦ τύπου προυπέδειξεν ὁ Θεὸς περὶ τὴν ψυχὴν γινόμενόν τι n μυστήριον. ἐπειδὴ γὰρ τῆς ψυχῆς χωριζομένης ἀπὸ τοῦ σώματος, μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν προυπαντῶσιν αὐτῇ καὶ ἀγγελικαὶ δυνάμεις ἀγαθαὶ, καὶ δαιμόνων στῖφος τονηρότατον o, ὅπως πρὸς τὴν ποιότητα τῶν ἔργων ὧν ἔπραξαν p, πονηρῶν τε καὶ ἀγαθῶν, ἐπὶ τοὺς προσφόρους τόπους, ἣ οὗτοι ἣ ἐκεῖνοι, ταύτην ἀποκομίσωσι, φυλαχθησόμεναι q μέχρι τῆς τελευταίας ἡμέρας, καθ’ ἣν εἰς κρίσιν πάντες παραστησόμεθα· καὶ ἣ εἰς τὴν αἰώνιον ζωὴν, ἣ εἰς τὴν ἀπέραντον φλόγα τοῦ πυρὸς ἀπαχθησόμεθα. βουλόμενος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῦτο ὑποδεῖξαι διὰ σωματικοῦ τύπου τινὸς, παρεσκεύασεν ἐν τῇ τοῦ Μωυσέως ταφῇ φανῆναι ὑπ’ ὀφθαλμοὺς αὐτοῖς πρὸς τὴν περιστολὴν τοῦ σώματος καὶ τὴν ἐν τῇ γῇ νενομισμένην κατάθεσιν, ἀνθιστάμενον ὥσπερ τὸν πονηρὸν δαίμονα καὶ ἀντιπράττοντα r. καὶ τούτῳ τὸν Μιχαὴλ ἀγαθὸν Ἄγγελον ὄντα προσυπαντῆσαι καὶ ἀποσοβῆσαι· καὶ μὴ ἐξουσιαστικῶς ἐπιτιμῆσαι, ἀλλὰ τῷ Κυρίῳ τῶν ὅλων παραχωρῆσαι τῆς κατ’ ἐκείνου κρίσεως, καὶ εἰπεῖν “ἐπιτιμήσαι σοι Κύριος· ἵνα διὰ τούτων μάθωσιν οἱ παιδαγωγούμενοι, ὥς ἐστι τις ταῖς ψυχαῖς ἀγωνία μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, καὶ ὅτι χρὴ διὰ τῶν ἀγαθῶν ἔργων παρασκευάζεσθαι πρὸς τὸ τῆς ἀγγελικῆς ἡμᾶς συμμαχίας μεταλαχεῖν, τῶν δαιμόνων καθ’ ἡμῶν ἐπιτριζόντων φθονερὸν καὶ πικρόν· καὶ ταύτης ὑπ’ ὀφθαλμοὺς φανείσης τῆς θείας εἰκόνος, εἰκὸς καί τινα λοιπὸν νεφέλην ἢ φωτὸς ἔκλαμψιν γεγενῆσθαι κατὰ τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τῶν περιεστηκότων τὴν θέαν, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὴν ταφήν· διὸ καὶ ἐν τῷ Δευτερονομέῳ φησὶ τὸ ἱερὸν γράμμα s. “καὶ ἐτελεύτησεν ἐκεῖ Μωυ- “σῆς οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ, διὰ ῥήματος Κυρίου· καὶ “ἔθαψαν αὐτὸν ἐν γῇ Μωὰβ, ἐγγὺς οἴκου Φοφώρ· καὶ οὐκ εἶδεν “οὐδεὶς τὴν τελευτὴν, ‘ἤτοι τὴν ταφὴν αὐτοῦ, ἕως τῆς ἡμέρας “ταύτης. Καὶ μετ’ ὀλίγα —Καὶ ταύτην μὲν τὴν ἐξήγησιν τὸ προκείμενον ἔχειν δοκεῖ, καὶ οὕτως αὐτὸ νενοήκαμεν. τινὲς δέ γε t σῶμα τοῦ Μωυσέως ἔφησαν καλέσαι τὸν Ἰούδαν τὸν νόμον αὐτόν· καὶ ὅτι κατιόντι αὐτῷ, τοῦτον ἐμφανίσαιu τοῖς υἱοῖς Ἰσραὴλ, ὁ διάβολος ἀνθίστατο καὶ ἀντέπραττεν, ἐμποδίζων τῇ δόσει τοῦ νόμου, καὶ διακρινόμενος, καὶ λέγων μὴ ἄξιον εἶναι τὸν λαὸν τούτου τυχεῖν· διὸ δὴ καὶ ὁ Μιχαὴλ προηγούμενος ἀποσοβεῖ τὸν ἀνθιστάμενον, τὸ “ἐπιτιμήσαι σοι Κύριος ”ἐκβοῶν. Ἄλλοι δὲ σῶμα τοῦ Μωυσέως ὃν ἐδημαγώγει λαὸν ἀπεκάλεσαν, καὶ εἶπον, ὡς ἐξιοῦσιν αὐτοῖς ἐκ τῆς χώρας τῶν Αἰγυπτίων ὁ διάβολος ἀντέστη καὶ ἀντετάξατο, καθάπερ ἐν δικασίᾳ x λέγων τῷ Μωυσῇ y, μὴ εἶναι τὸ σῶμα αὐτοῦ, τουτέστι τὸν λαὸν, ἄξιον τῆς Αἰγυπτίων ἐλευθερίας τυχεῖν· καὶ τοῦτον ὁ Μιχαὴλ ἀπεῖρξε z, καὶ ἀντιπραττόμενον ἔπαυσεν, ἐπιφωνήσας τὸ “ἐπιτιμήσαι σοι Κύριος.’’ Σευήρου ἐκ τοῦ κατὰ Ἀλεξανδρείασ σύνταγμα a. “Οὐκ “ἐτόλμησεν αὐτῷ,” φησι, “τὴν κρίσιν τῆς βλασφημίας ἐπε- “νεγκεῖν, ἀλλ’ εἶπε μόνον b, ‘ἐπιτιμήσαι σοι Κύριος,’ τουτέστιν ὡς βλάσφημον καὶ θεομάχον ἀπ’ ἀρχῆς, ἐξ οὗ τὴν ἀποστασίαν ἐνόσησε, καὶ μετὰ τοῦτο τὸν Ἀδὰμ ἠπάτησε διὰ πανουργίας μαχησάμενος τῇ ἐντολῇ τοῦ Θεοῦ, βλασφημίας κρίσει καὶ ἀποφάσει c περιβαλεῖν “οὐκ ἐτόλμησεν, ἀλλ’ εἶπεν, ἐπιτιμήσαι σοι “Κύριος· τὸ γὰρ τῆς ἀποφάσεως καὶ τῆς κρίσεως ἐπεφύλακτο τῷ κριτῇ, τουτέστι τῷ Χριστῷ· “ὁ γὰρ κατακρίνας τὴν ἁμαρ- “τίαν,’’ ὡς Παῦλός φησιν, ἐν τῆ ἰδίᾳ σαρκὶ, ἐπείπερ οὐκ ἔσχεν ἴχνος οὐδὲ ἓν ἐν αὐτῷ, κατέκρινε καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν θάνατον, καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον.