Ancient Greek · ~3 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 14
Not analysed yet
Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων, Ἴδου, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν λόγων ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν ἀρχηγὸν Σατανᾶν κατασχηματιζόμενον εἰς Ἄγγελον φωτὸς, καὶ αὐτοὶ μετασχηματίζεσθαι θέλουσιν εἰς διδασκάλους ἀληθείας, περὶ ὧν εἴρηται, “ἐν οἷς φαίνεσθε f “ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, ἀλλ’ οὑν πλανῶντές εἰσι, παραχαράττοντες τὴν ἀλήθειαν ἀσελγείαις δυσφημιῶν, καὶ ὕστερον γνόφῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ ἐστι τὸ σκότος ἐξώτερον, κολασθήσονται· ὅπερ ἡτοίμασται g τῷ Σατανᾶ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ.