Ancient Greek · ~2 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 16
Not analysed yet
Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν. Οὐ γὰρ ἔχουσι παρρησίαν τῇ διδασκαλίᾳ αὐτῶν h χρήσασθαι. πῶς γὰρ ἀκίνδυνον δημοσιεύειν τὴν μετὰ ἀσεβείας καὶ βλασφη- μίας ἀσέλγει’ ; τὸ δὲ “μεμψίμοιροι i” ὅτι τὰ τῶν ἄλλων καὶ τὰ τῆς ἀληθείας διαβάλλουσιν, ἵνα τὰ οἰκεῖα κακὰ καὶ ἀσελγήματα στήσωσιν ὡς οἷόν τε k.