Ancient Greek
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 7
Not analysed yet
Ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ἡγοῦμαι δὲ αἰνίττεσθαι τοὺς Βορβοριανοὺς καὶ Ἐστωτιανοὺς καὶ Βαβυλωνίους καὶ Καϊανίτας, ὧν ἡ ἀσέλγεια ἄθεσμος z. Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ γοητείᾳ χρησάμενοι τινὲς ἄνθρωποι παρεισέδυσαν· διὰ τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμμένοι, τουτέστι προεγνωσμένοι εἰς τοῦτο τὸ κρίμα, ὅτι a ὃ παρ’ ἑαυτοῖς b ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ νῷ, οὗτοι δι’ ὑπερβάλλουσαν ἀσέβειαν ἀκόλαστοί τινες ὄντες, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν εἰς ἀσέλγειαν μετέθηκαν c καὶ d δι’ αὐτοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν μόνον δεσπότην Ἰησοῦν Χριστὸν, Κύριον τῶν κληθέντων διὰ τοῦ Εὐαγγελίου· εἶτα ἵνα e ἀποστρέψῃ τοὺς πιστοὺς τῶν τοιούτων f πονηρῶν καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν τε τι τὸ μέγεθος οὗ ἠρνήσαντο δεσπότου· δηλώσας ὅτι αὐτός ἐστιν ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου, ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι. ἀλλ’ ἐπεὶ g τρεπτοὶ καὶ παλίμβουλοι h ἐτύγχανον τινὲς αὐτῶν, φέροντες ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην, ἀπώλεσεν αὐτοὺς ἀπιστήσαντας ἐν τῇ ἐρήμῳ, καίτοι σωθέντας διὰ πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν οὗτοί εἰσιν οἱ τῆς θείας διδασκαλίας ὑποκριταί· οἱ προιστάμενοι τῆς αἱρέσεως τῶν Νικολαϊτῶν, οὐδὲν εἶδος ἀκολασίας παρορώντων i. αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ ἐπιτελοῦσι δῆθεν μυστικῶς, καὶ οἱ ἀπὸ Σίμωνος τοῦ Μάγου· πρὸς τούτοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Σηθιανοί k. καὶ l ἐπὶ m προφάσει θρησκείας πράττουσι τὰ αἰσχρὰ, εἰς ἀσέλγειαν μετατιθέναι αὐτοὺς εἰπε τὴν χάριν τοῦ Κυρίον· δι’ ἧς ἀσελγείας καὶ τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εἴρηται γοῦν πρὸ τούτων περὶ αὐτοῦ, ὡς εἴη m ἀληθινὸς Θεὸς οὗτος ὁ μόνος δεσπότης ὁ n Κύριος Ἰησοῦς Χριστὸς, ὁ ἀναγαγὼν o τὸν λαὸν p ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται μὴ ἕτερον εἶναι Θεὸν τὸν Μώσεως· οὐδὲ γάρ ἐστιν ἄλλος q παρὰ τὴν τριάδα· ὅθεν αὐτῷ διακονῶν φαίνεται Μώσης κατὰ τὸ “ἐκεῖνος περὶ “ἐμοῦ ἔγραψε. καὶ τὸ “ὃν ἔγραψε Μώσης εὑρήκαμεν Ἰησοῦν· διὸ καὶ προθεωρήσας πνευματικῶς τὸν σταυρὸν, μέγιστον πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, οὐχ ἕτερος τοῦ λέγοντος “ἐμοὶ εἴη καυχᾶσθαι ἐν τῷ σταυρῷ τῷ r Κυρίου Ἰησοῦ.”