Ancient Greek · ~16 min
ΚΕΦ. Α.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda 8.1
Not analysed yet
Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημουσιν. “Ἐνυπνιαζόμενοί” φησι, τουτέστιν οὐδὲν ἀληθὲς ἐνθυμούμενοι, ἀλλ’ ὡς ἐν ὕπνῳ φανταζόμενοι καὶ δογματίζοντες δήματα ἀσεβείας πλήρη s. καὶ τὴν μὲν σάρκα, τουτέστι τὸ ἡμέτερον σῶμα, τοῦ πονηροῦ λέγοντες εἶναι δημιούργημα, τὴν δὲ μίαν κυριότητα καὶ δόξαν τῆς Ἀγίας τριάδος βλασφημοῦντες· καὶ τῷ μὲν Πατρὶ, τὸ ἄναρχον καὶ ἄκτιστον παρέχοντες, τὸν δὲ Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τοῖς ὑπὸ χρόνον κτίσμασι καταριθμοῦντες. ταῦτα t τὰ ἀνόσια δόγματα Μανιχαίου καὶ Ἀρείου τυγχάνουσι· διὸ καὶ θερμῶς ὁ Ἀπόστολος τὴν κατὰ τῶν τοιούτων δογμάτων ποιεῖται κατάρρησιν. “Σάρκα μὲν μιαίνουσι, μὴ ὁμολογοῦντες ἕνα Θεὸν εἶναι τῶν ὁρατῶν u τε καὶ ἀοράτων ποιητὴν, ἀλλὰ θεοποιοῦντες τὴν ὕλην καὶ τὸ σκότος, καὶ βδελυσσόμενοι τὴν σάρκα, “κυριότητα ἀθε“ τοῦσι’’ διὰ τοῦτο αὐτοί· “δόξας δὲ βλασφημοῦσι.’’ “δόξας” ἐκάλεσε τὰς δύο διαθήκας, ὡς ὁ Παῦλος φησὶν, “εἰ γὰρ ἡ x διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης δόξα.” Ὅρα y πόσην αὐτῶν κακίαν καταλέγει, καὶ τὸν νοῦν αὐτῶν καὶ τὸν βίον ὅλον διεφθάρθαι λέγων· καὶ γὰρ καὶ βίῳ εἰσὶν ἀκάθαρτοι καὶ γλώσσῃ ἀσεβέστατοι· “ἐνυπνιαζόμενοι” δὲ εἶπε διὰ τὸ μὴ ἐν νηφούσῃ καὶ ὑγιῆ διανοίᾳ πράττειν, ἃ πράττουσιν ἀσελγήματα· ἐν οἷς τὴν ἑαυτῶν μιαίνουσι σάρκα, καὶ τὴν κυριότητα τοῦ κατὰ Χριστὸν μυστηρίου ἀθετοῦσιν· ἐν τάξει μυστηρίων εὐαγγελικῶν τὰς ἑαυτῶν ἀσελγείας καὶ δαιμονιώδεις ἐννοίας ἐκτελοῦντες. Προφητικώτερον δὲ καὶ τὴν τῶν ἀσεβεστάτων Βορβοριανῶν αἵρεσιν στηλιτεύει· ἐκ τοῦ Σίμωνος καὶ τούτους z τὰς ἀρχὰς εἰληφότας. Σευήρου ἐκ τῆσ πρὸσ Θωμᾶν Ἐπισκόπου Γερμανικίασ Ἐπιστολῆσ. Ἰστέον ὡς περὶ τινῶν διαλέγεται τὴν ἡδονὴν πρεσβευόντων, καὶ τὸ ἡδὺ τῆς σαρκὸς καὶ τὰς ἐν κόσμῳ φαντασίας διωκόντων, καὶ ταῦτα ἡγουμένων εἶναι θρησκείαν, καὶ βλασφήμως ἐκφερομένων πρὸς τὸ μὴ ὁμολογεῖν μίαν κυριότητα καὶ θεότητα· τοιοῦτοι γάρ τινες ὄφθησαν οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος μέχρι τῶν ἀνοσιωτάτων καὶ βδελυρῶν Μανιχαίων καταγόμενοι χρόνων. τοῦτο οὑν φησιν ὁ Ἀπόστολος· ὡς ὁμοίως καὶ αὐτοὶ· τοῖς ἐν Σοδόμοις πυρποληθεῖσι διὰ τὴν ἀσέλγειαν ἣν ἐπλημμέλουν· “ἐνυπνιαζόμενοι δὲ, τουτέστι τὰ ἐν κόσμῳ φρονοῦντες καὶ ταῖς προσκαίροις φαντασίαις κεκαρωμένοι τῷ νῷ b . “τὴν σάρκα μιαίνουσι· τοῖς γὰρ τοιούτοις νύξ ἐστιν ὁ βίος, καὶ ἐγρηγορότες καθεύδουσι, καὶ ἐνύπνια βλέπουσι τὰ ἅμα τῷ c φανῆναι τέρποντα d καὶ παροδεύοντα· ταύτῃ τῇ διανοίᾳ καὶ Παῦλος ὁ μέγας, νύκτα τὸν ἀσελγῆ βίον εἰδὼς, καὶ κάρον βαθὺν e τὰ τοιαῦτα φρονήματα Ῥωμαίοις ἐπιστέλλων παρῄνει καὶ ἔλεγεν· “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα “οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα f τὰ ὅπλα τοῦ φω- “τὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ “μέθαις g·” καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—“ Κυριότητα δὲ “ἀθετοῦσι h” μίαν γὰρ θεότητα καὶ κυριότητα οὐχ ἀρχὴν εἶναι τῶν πάντων· ἀλλ’ ἕτερον μὲν ὑπάρχειν τῆς παλαιᾶς διαθήκης Θεὸν, πονηρόν τινα καὶ τιμωρητικὸν καὶ αἵμασι χαίροντα· ροντα· τῆς δὲ νέας ἕτερον, τὸν ἐν τοῖς Εὐαγγελίοις καὶ Ἀποστόλοις λαλήσαντα· ἢ καὶ δύο ἀρχὰς ἀντιτεταγμένας ἀλλήλαις, πονηράν τε καὶ ἀγαθὴν ἐφιστᾶσι πάσῃ i τῇ κτίσει· καὶ ἀμφοτέρας ἀγεννήτους λέγουσι· καὶ τὴν μὲν ἐναντίαν εἶναι τῶν ἀγαθῶν· τὴν δὲ, τῶν κακῶν· ὅπερ ἐξαιρέτως περὶ τοὺς ἄλλους τῆς τοῦ Μανέντος διανοίας ἀπόβρασμα γέγονε. ἐξ οὗ τὸ πονηρὸν σμῆνος τῶν Μανιχαίων κατάγεται. οἱ οὕτως οὖν ἔχοντες, καὶ τὴν κυριότητα ἀθετοῦντες, τουτέστι, τὸν ἕνα καὶ μόνον Κύριον k ἐπὶ πάντων Θεὸν, ἀναγκαίως καὶ τὰς δόξας βλασφημοῦσι· δόξας δὲ ἢ τὰ δόγματα τῆς εὐσεβείας φησὶν, ἢ τὴν παλαιὰν διαθήκην καὶ νέαν, μετὰ θεοπρεποῦς δόξης ἐκφωνηθείσας. Καὶ μετ’ ὀλίγα —Οὐκοῦν ἐκ τούτων πρόδηλον, ὡς δόξας τὰς διακονηθείσας δύο διαθήκας καλεῖ· τὴν μὲν διὰ τῆς Μωϋσέως ὑπουργίας, τὴν δὲ δι’ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, “τοῦ κενώσαντος ἑαυτὸν καὶ δούλου λαβόντος μορφὴν; καὶ λέγοντος πρὸς τοὺς μαθητὰς, “καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου “οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν “αὐτοῦ λύτρον ἀντὶ πολλῶν.’’