Ancient Greek · ~19 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri II ΚΕΦ. Β..1
Not analysed yet
Παραγγελία εἰς ὑπόμνησιν τῆς διδασκαλίας μετὰ τὴν ἀνάλυσιν αὐτοῦ, καὶ ὅπως ἐν ὄρει Θαβὼρ τῆς τοῦ Θεοῦ περὶ Χριστοῦ ἤκουσε b φωνῆς. Διὸ μᾶλλον ἀδελφοὶ, σπουδάσατε, ἵνα διὰ τῶν καλῶν ἔργων βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθε. Ἵνα μὴ ὡς ἐπιλελησμένοι τῆς δωρεᾶς τοῦ Θεοῦ κριθῆτε, ἀλλὰ μείνητε, βεβαίαν τὴν κλῆσιν ἔχοντες. Tαῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας, καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. Πάλιν τὰ προειρημένα λέγει, ἀρετὴν καὶ τὰς ἑξῆς δηλωθείσας ἐντολὰς, δι’ ὤη καὶ μετὰ παρρησίας πολλῆς εἰσέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅρα δὲ πῶς πρότερον ἀπὸ τῶν φοβερῶν προτρεψάμενος, καὶ ἀπὸ τῶν ἀγαθῶν προτρέπεται, ἀπὸ τοῦ βήματος τοῦ κριτοῦ, τὴν βασιλείαν εἰπὼν τῶν οὐρανῶν. Ἵνα μὴ δόξωσι συνεχῶς ἀναμιμνησκόμενοι περὶ αὐτῶν ὡς ἐν ἀργίᾳ εἶναι κατεγνωσμένοι, καὶ λυπηθῶσι, τούτου χάριν θεραπεύων ἐπήγαγε, “καίπερ εἰδότας ἐστηριγμένους ἐν τῇ παρούσῃ “ἀληθείᾳ.” Δίκαιον δὲ ἡγοῦμαι, ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει· εἰδὼς ὅτι ταχίστη ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν τούτων μνήμην ποιεῖσθαι. Αἰτίαν τῆς ὑπομνήσεως ἀποδίδωσιν· αὕτη δέ ἐστι τὸ ταχέως ἐλπίζειν αὐτὸν τοῦ παρόντος μετατεθήσεσθαι βίου. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος· λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης. Τοῖς διδάγμασι τῶν σοφῶν τοῦ κόσμου τούτου. Κυρίλλου. Μῦθοι γὰρ ὄντως καὶ ἀνθρώπινα σοφίσματα τῶν αἱρετικῶν τὰ προβλήματα, οὕστινας ἐκτρέπεσθαι βουλόμενος ἡμᾶς ὁ Παῦλος γράφει· “αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν “νουθεσίαν παραιτοῦ, καὶ τὰ ἑξῆς. Ἄρχεται μὲν ἤδη τῆς κατὰ τῶν αἱρετικῶν ἐπιδρομῆς· καθὸ ἐκεῖνοι τὴν ἀλήθειαν οὐκ ἔχοντες ποικίλοις λόγοις ἀναγκάζονται περιπλάττειν τὸ ψεῦδος· ἀλλ’ ἡμεῖς οὐχ οὕτω φησὶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐθεασάμεθα, μετ’ αὐτοῦ ὄντες ἐν τῷ ὄρει· ἔχομεν οὖν καὶ τοὺς προφήτας ταύτην αὐτὴν τὴν ἀλήθειαν ἡμῖν προμηνύσαντας, καὶ οὕτως διὰ τῆς ὄψεως βεβαιότερος τῶν προφητῶν ὁ λόγος ἡμῖν ἐγένετο· ἃ γὰρ ἐκεῖνοι εἰπον, ταῦτα παρὼν ὁ Χριστὸς ἐπιστώσατο. καὶ μάρτυρες ἡμεῖς, οἱ καὶ τὴν μαρτυρίαν ἀκούσαντες τοῦ Πατρός. εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ. Μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ἐγὼ εὐδόκησα. καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. Tοῦτο ἤδη τρίτον ἠνέχθη· ἐπὶ τοῦ βαπτίσματος πρῶτον· δεύτερον ὅτε ἐβόησεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τὸ, “Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρά σοι. καὶ τρίτον ἐπὶ τῆς μεταμορφώσεως. Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. Εἰ c τῷ αὐτῷ Πνεύματι προφητεύουσιν οἱ τῆς νέας καὶ τῆς παλαιᾶς· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ἐντολὴν ἔχει ὁ πρῶτος σιωπᾶν· πάντως οὐκ ἐξιστάμενοι οἱ προφῆται προεφήτευον τῷ λόγῳ, ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἱστάμενοι. καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γινομένῳ λόγῳ· ὅς τις λόγος οὐ κατὰ βούλησιν ἀνθρώπου ἠνέχθη ποτὲ, ἀλλ’ ἐκ Θεοῦ φέρεται εἰς ἀνθρώπους. οἵτινες ἄνθρωποι ἑκόντες ὑπούργουν αὐτῷ. διὰ τοῦτο καὶ ὁ Βαλαὰμ παραγγέλλεται λαλεῖν τὰ ὑποβαλλόμενα αὐτῷ, ὡς αὐτεξουσίως ἔχων καὶ τοῦ μὴ λαλῆσαι αὐτά. καὶ τοῦτο δὲ αὐτὸ βεβαιοῖ καὶ ὁ Ἰωνᾶς. Tοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς, ἰδίας ἐπιλύσεως οὐ γίνεται. οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτὲ, ἀλλ’ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι. Οὐκ αὐτοί φησιν ἑαυτοὺς ἡρμήνευσαν οἱ προφῆται· οὐ γὰρ ἑαυτοῖς ἐφθέγγοντο, ἀλλὰ διακονοῦντες τῷ Πνεύματι τῷ Ἁγίῳ· τίς οὑν ἡ ἑρμηνεία αὐτῶν, ἣ τὰ ἔργα ἃ ἔδειξεν ο χριστὸς ἐλθὼν ; ὥστε ὁ τῶν προφητῶν τοὺς λόγους ἀκριβῶσαι βουλόμενος, τὴν εἰς τὸν Κύριον Ἰησοῦν πίστιν ἁρπάσει, δι’ ἧς τὰ τῶν προφητῶν γινώσκεται λόγια. Tὸν Ἰωάννην πρὸ ἡμῶν μαρτυροῦντα. Ὁ Χριστὸς ἔλθῃ ἀπ’ οὐρανοῦ, φῶτ’ ἵζων d πάντα ἄνθρωπον. ἄντικρυς γοῦν δείκνυσιν, ὅτι τοῦ Ἁγίου Πνεύματος ἔστιν ἐνέρ- γεια τὸ προφητεύειν· καὶ ὁ Παῦλος δὲ τῷ Ἄγ’ ἴῳ Πνεύματι τὴν προφητείαν δίδωσι λέγων· “ἄλλῳ δὲ προφητεία, καὶ τὰ ἑξῆς· οὐκοῦν ὁ προφητεύων ἀναμφιβόλως ἐξ Ἁγίου Πνεύματος γλώσσῃ ἐνεργουμένῃ ἀποφθέγγεται.