Ancient Greek
ΚΕΦ. ΚΕ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΚΕ.
Not analysed yet
Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ. Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος. Τοῦ ἁγίου Τίτου βοστρῶν. Τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς, ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς τῶν Ἰουδαίων, οὐκ ἦλθέ τις τῶν εὐτελῶν, οὐδὲ τῶν τυχόντων· εἴθε μὲν οὖν προὔλαβε, καὶ διὰ πίστιν προσέπεσε, καὶ δι’ εὐγνωμοσύνην ἐπέγνω, μὴ διὰ χρείαν παρεγένετο. Ἡ γὰρ χρεία διαβάλλει τὴν παράκλησιν, ὅμως θλίψις ἔσθ’ ὅτε καταβιάζεται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ αὐτῷ χρήσιμα καὶ συμφέροντα. ταύτῃ τοι καὶ ὁ μακάριος ἔφη Δαβὶδ, “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρός σε.