Ancient Greek
ΚΕΦ. Κς.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. Κς..1
Not analysed yet
Περὶ τῆς αἱμορρούσης. Ἐξ Ἀνεπιγράφου. Πρόσεισι γυνὴ καλῶς καὶ οἰκείως τὴν μόνην ἱκανὴν ἀφορμὴν εἰς τὸ ἰαθῆναι παρασκευάσασα τὴν πίστιν. “Προσελθοῦσα” γὰρ, φησὶν, “ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ “ἱματίου αὐτοῦ,” δηλαδὴ πεπιστευκυῖα μεγάλως, οὕτως ὡς καὶ διὰ τῆς ἐπαφῆς πιστεῦσαι τὴν ἴασιν. Λέγει δὲ αὐτῷ b καὶ διηγεῖται Μάρκος ὁ Εὐαγγελιστής· “ἔλεγε γὰρ,” φησὶν, “ὅτι κἂν “τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι, καὶ παραχρῆμα ἔστη “ἡ ῥῦσις τοῦ αἵματος αὐτῆς. Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀφθαλμὸν φωτὶ λάμποντι ἢ πυρὶ φλέγοντι τὴν πεφυκυῖαν ὕλην ἐξάπτεσθαι, ἅμα τε προσήγαγε, καὶ τὸ τῆς ἐνεργείας πεπλήρωται, ὀφθαλμός τε γὰρ, ἅμα τὸ πρὸς φῶς ἀπιδεῖν ἐφωτίσθη, καὶ τὸ πεφυκὸς ὑποδέχεσθαι πρὸς ἐνέργειαν ἅμα τὸ πλησιᾶσαι φλέγεται, οὕτως ἡ πιστῶς ἐφαψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, τῆς ἰάσεως ἔτυχεν, οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον. Ἐξ ἀνεπιγράφου. Οὐκ ἦν τῷ Κυρίῳ πλησιᾶσαι καὶ ἐφάψασθαι αὐτοῦ σωματικῶς πλησιάζοντα καὶ ἐφαπτόμενον, εἰ μὴ πνευματικῶς τοῦτο ποιῇ· ἔτυχε τοίνυν οὗπερ ἔχρηζεν ἡ γυνή. Διὸ καὶ ζητεῖ τοὺς ὑπὸ τοῦ Κυρίου, καὶ ἐς ὄψιν καλεῖται τῶν μαθητῶν οὐκ εἰδότων τὸ ζητούμενον, ἀλλ’ ἁπλήν τινα τὴν ἐπαφὴν οἰομένων λέγειν τὸν Κύριον, καὶ τοιαύτην οἵαν οἱ λοιποὶ πάντες ἐφήπτοντο. διόπερ ὁ Κύριος διαστέλλων· “ἥψατό μού τις,” φησὶν, ὥσπερ καὶ ἔλεγεν, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, καίτοι πάντων τὴν σωματικὴν ταύτην ἐχόντων ἀκοήν· καὶ μέχρι δὲ ψιλῆς τῆς τῶν λόγων ἀκροάσεως ἀκουόντων ἁπάντων, ἀλλ’ οὔτε ἀκούειν ἦν τῷ μὴ συνετῷ, οὔτε ἅπτεσθαι τῷ μὴ πιστῷ. Τί οὖν; εἰς ὄψιν αὐτὴν καλεῖ, καὶ τοὺς ἱεροὺς ὀφθαλμοὺς ἐπαίρει περισκοπῶν τὴν γυναῖκα, ὅτι θέας ἀξία παρὰ τῷ Κυρίῳ· ἀξία δὲ καὶ τῆς εἰς τοὺς παρόντας ἐπιδείξεως, ὅτι παράδειγμα πίστεως πᾶσιν ἤμελλεν ἔσεσθαι καὶ παράκλησις ἐπὶ πίστιν, διὰ τοῦ δοθησομένου αὐτῇ δικαίως ἐπαίνου. Ἐξ ἀνεπιγράφου. Πρότερον μὲν οὐκ ἐτόλμα δι’ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν, καὶ περὶ θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἅπαντα πρεπόντως, ἔμφοβός τε καὶ εὐλαβὴς καὶ τὸ σέβας ἀρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, αἰσθήσει τὴν ἴασιν ἐπεγνωκυῖα. Λέγει γὰρ καὶ τοῦτο ὁ Μάρκος “ὅτι ἔγνω “τῷ σώματι, ὅτι ἰᾶται ἀπὸ τῆς μάστιγος.” ἣν δ’ ἐκ τῆς ἐπαφῆς ἔλαβε θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ Σωτῆρ’ εἰπὼν, “πορεύου ἐν εἰρήνῃ, καὶ ἴσθι ὑγιῆς ἀπὸ τῆς μάστιγός σου,” καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν· εἶτα δὲ καὶ τὸ σῶμα. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγωγου. Τίτου Βοστρῶν. Ἴνα γὰρ μὴ εἴπῃ καὶ αὐτὸς, ἐπίσχες, οὐ χρείαν σου ἔχω, Κύριε, ἤδη γέγονε τὸ πέρας, ἀπέθανεν, ἣν προσεδοκῶμεν ὑγιαίνειν· ἄπιστος γὰρ ἦν, Ἰουδαϊκὸν ἔχων φρόνημα, φθάνει ὁ Κύριος καί φησι, μὴ φοβοῦ, παῦσον τῆς ἀπιστίας τὰ ῥήματα, ἐπίσχες τὴν γλῶτταν, μόνον πίστευε κατὰ τὴν γυναῖκα, ἦν γὰρ αὐτὴ καθάπερ προοίμιον τῆς μελλούσης θαυματουργίας. Ἐξ ἀνεπιγράφου. Ἀθορύβως περὶ τὴν τηλικαύτην πάρεστι δύναμιν, οὐκ ὄχλον ἐπαρομένος, ἀλλ’ ὅσον οἷόν τε τὸν ὄχλον ἀφιστάς· τῶν μὲν μαθητῶν μόνους τρεῖς συμπαραλαβὼν, τῷ δὲ ὄχλῳ πρόφασιν ἀναχωρήσεως προβάλλων, τὸ μὴ τεθνάναι φᾶναι τὴν κόρην, ἀλλὰ καθεύδειν. προσκαλεσάμενος δὲ μόνους ἐκ πάντων τοὺς γονεῖς, οὕτω τὴν κόρην καθάπερ καθεύδουσαν ἀνίστησιν, ἀληθὲς τῇ θαυματουργίᾳ ποιήσας τὸ καθεύδειν αὐτήν· ὅπερ ἄνευ τῆς ἀναστάσεως οὐκ ἃν ἦν ἀληθές. Διόπερ οἱ μὲν τὴν ἀνάστασιν οὐ προσδοκῶντες κατεγέλων, καθεύδειν ἀκούοντες τὴν τεθνηκυῖαν· αὐτὸς δὲ κατὰ τὴν αὐτοῦ δύναμιν ἀληθὲς τὸ εἰρημένον ἀπέδειξεν. Ὅτι τῶν ἄλλων οὗτοι ἦσαν ὑπερέχοντες, καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι, καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ᾗ ἀπεκρίνατο λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως κρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων καὶ ἀφ’ ὧν ἐπλήρωσεν, ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδη ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι c.