Ancient Greek
ΚΕΦ. ΚΖ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΚΖ.
Not analysed yet
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν. Κυρίλλου Ἀλεξανδρείασ. Ἀληθὲς εἰπεῖν ὅτι πόνων ἀγαθῶν καρπὸς εὐκλεής· τοῖς γάρ τοι τὴν πάναγνου καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν, κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς πη ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς ὑγιοπρεπῶν χαρίζεται τὴν ἀντέκτησιν, καὶ δόξης αὐτοῦ τῆς ἰδίας καθίστησι κοινωνούς. δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐνεργῆ τοὺς ἁγίους Ἀποστόλους· ὅρα γεγονότας ἐκπρεπεστάτους. καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξη κατεστεμμένους, μένοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ. Δέδωκε γὰρ αὐτοῖς, φησὶ, “δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θερα- “πεύειν,” ἀλλ’ ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων, οἷς ἂν βούληται τὴν ἐξουσίαν· καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους καὶ μόνον Θεοῦ. Ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ διδασκαλία καὶ δόξη οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις Ἀποστόλοις ἐκνεμηθεῖσα χάρις, ἐπέκεινα δὲ ἐπαίνου καὶ θαύματος ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ, ὡς ἔφην, ἐχαρίζετο δόξαν· ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν τὴν τοῦ διαβόλου φήμην καταστρέφει, καί τοι λέγοντα ποτὲ “τὴν οἰκουμένην ὅλην κατα- “λήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, “καὶ οὐκ ἔστιν ὃς διαφεύξεται με, ἢ ἀντείπῃ μοι. ἐσφάλλετο δὲ τῆς ἀληθείας καὶ διημάρτηκε τῆς ἐλπίδος ὁ σοβαρὸς καὶ θρασύς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος. Ἀντιτάξεται γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος, καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προκε- κηρυγμένον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὅτι “ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτόν· καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς·” μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῆ δόξη, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτὸν.