Ancient Greek
ΚΕΦ. ΜΘ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΜΘ.
Not analysed yet
Περὶ τῶν παραβολῶν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Ἴδε κόκκον σινάπεως διὰ παραβολῆς δεικνύμενον, καὶ λόγον ἐπουράνιον σπέρματος δίκην ἐν κόσμῳ ὡς ἐν ἀγρῷ σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυρρακὲς καὶ τὸ αὐστηρὸν τῆς δυνάμεως. κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο, οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς ἐν χώματι κρυβεὶς καὶ τριημέρως μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν ὡς πετεινοῖς οὐρανοῦ, ὑφ’ ὧν κλάδων σκεπασθέντες οἱ πάντες ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς. Τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, σάτα δὲ τρία, σῶμα, πνεῦμα, ψυχὴν, ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὡς γενέσθαι πρὸς τὸ Ἅγιον Πνεῦμα, ἓν φύραμα. Τὰ δὲ ἕτερα τούτων πέρι τε τοῦ κόκκου τῆς σινάπεως καὶ περὶ τῆς ζύμης ἕως καὶ “εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.