Ancient Greek
ΚΕΦ. ΟΒ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΟΒ.
Not analysed yet
Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ταῦτα τοῖς μαθηταῖς ἔλεγε, χρείαν ἔχουσι τῆς τοιαύτης παραινέσεως. Ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διδάσκει αὐτοὺς, μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους. Ἐκεῖνοι γὰρ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, διδάσκοντες νηστεύειν καὶ δεικνύοντες γαστριμαργίαν, οὐ προἱστάμενοι χηρῶν, ἀλλὰ τὰ τούτων ἀναλίσκοντες· “οὗτοι λήψονται, φησὶ, περισσότερον κρίμα,” ὅτι δὴ διδασκαλικὸν ἔχοντες σχῆμα, προαγωγοὶ τυγχάνουσιν εἰς κακίαν.