Ancient Greek
ΚΕΦ. ΟΓ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΟΓ.
Not analysed yet
Περὶ τῆς τὰ β΄ λεπτά. I Κυρίλλου Ἀλεξανδρείασ. Ἔφη που ὁ Σωτῆρ, “μακάριοι οἱ “ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,” τούτους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον, ἀλλ’ ὡς ἐκ πλούτου πολλοῦ πολλὰ μὲν ἦσαν εἰκὸς τὰ παρ’ ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προσκομιζόντων ἀναξία χειρός· εἶτα μετ ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατισχημένον εἰσέθη e ἐξ ἐράνου μόλις καὶ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέρᾳ διατροφήν f. εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου πράγματος· ἡ τὸν πη ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὕτη δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχήν· νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεῷ. Tίνος ἕνεκεν ἡ πενιχρὰ χήρα τοὺς πλουσίους ἐνίκησε, τοὺς τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον προσφέροντας, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ τοῦ Θεοῦ; διὰ τὸ τοὺς μὲν ἐκ πλούτου πολλοῦ ὀλίγα προσκομίζειν καὶ ἀνάξια τῆς ἑαυτῶν χειρὸς, εἰ καὶ πολλὰ ἦν εἰκὸς αὐτοὺς ὡς πλουσίους προσφέρειν καὶ καρποφορεῖν, τὴν δὲ ὅπερ ἐξ ἐράνου μόλις καὶ ἱδρῶτος εὐτελὲς συνήγαγε, τουτέστι δύο ὀβολοὺς, τοῦτο προσαγάγῃ· καὶ γὰρ ὥσπερ ἀποκτωμένη τὸν βίον ὅλον ἑαυτῆς, μεγαλοψύχως πάντα προσήγαγε.