Ancient Greek
ΚΕΦ. ΟΖ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΟΖ..1
Not analysed yet
Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ. Διὰ τι τοὺς ἄλλους ἀφεὶς πρὸς τὸν Πέτρον μόνον εἴρηκε, “Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς σινιᾶσαι ὡς “τὸν σῖτον;” ἵνα παιδεύσῃ αὐτὸν, μὴ ἑαυτῷ θαρρεῖν, ἀλλὰ τοῖς παρ’ αὐτοῦ χαρίσμασι σεμνύνεσθαι. Τί δέ ἐστι “σινιᾶσαι;” θορυβῆσαι, ταράξαι, πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν, ὥσπερ καὶ τῷ Ἰώβ. Ἐν τῷ εἰπεῖν, ὅτι “ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ “πίστις σου,” ἔδειξεν ὅτι ὡς ἄνθρωπος πάλιν διαλέγεται, καίτοι Θεὸς ὣν τῇ φύσει, εἰ καὶ γέγονε σὰρξ, δεηθῆναι γὰρ κατὰ τὸ ἀνθρώπινον, φησίν· ὑπεμφαίνει δὲ διὰ τούτων ὡς εἴπερ ἐκδοθείη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος γενήσεται παντελῶς, ὅπως γε καὶ μὴ ἐκδοθεὶς ἠσθένησε τῇ πίστει ἀρνησάμενος. Ἐπάγει δὲ τὸ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμπέσῃ, μᾶλλον δὲ ἀγαθὴν ἐλπίδα κτήσεται. Τὸ γὰρ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” τοῦτό ἐστι· γενοῦ στήριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόντων ἐμοί. οὐ γὰρ δὴ ἀποστερηθήσῃ, φησὶν, ἀρνησάμενος τοῦ ἀποστολικοῦ χαρίσματος, ὅπερ τῆς θείας ἐστὶ γαληνότητος καὶ τῆς ἀφάτου φιλανθρωπίας ὑπάρχει τεκμήριον. Περὶ ὧν γὰρ εἶπεν ὁ Πέτρος, ὅτι ἕτοιμός εἰμι ὑπὲρ σοῦ ἀποθανεῖν, καὶ ὧν ἤκουσε διὰ τοῦ τοπάρχου, προεγράφη. Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἃν μὴ τῆς ἄνω ἀπολαύῃ ῥοπῆς, καὶ πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης· καὶ ταῦτα ἀμφότερα δείκνυσι Ἰούδας καὶ Πέτρος. οὐκ ἐναντία ἑαυτῷ νομοθετῶν ὁ Χριστός φησι· πρότερον μὲν ἔλεγε, “μὴ κτήσησθε πήραν,” καὶ τὰ ἑξῆς. Νῦν δέ φησιν “ὁ ἔχων “βαλλάντιον, ἀράτω ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω “τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν·” κατ’ ἀρχὰς μὲν γὰρ ἐκεῖνα προσέτασσε, ὅπως πεῖραν καὶ ἀπόδειξιν τῆς αὐτῶν δυνάμεως λαβόντες, ἐν τῷ μηδενὸς αὐτοὺς ὑστερεῖσθαι μετὰ θάρσους καὶ προθυμίας εἰς τὴν οἰκουμένην ἐξέλθωσιν ἅπασαν· πρὸς δὲ τὴν συμπλήρωσιν τῆς οἰκονομίας ἐρχόμενος, ταῦτα παρεκελεύετο ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι, πενίας δὲ καὶ πείνας καὶ γυμνότητος πεῖραν λαβόντες, ἐν τούτοις τὴν οἰκείαν φιλοσοφίαν ἐνδείξονται, καὶ μὴ ὥσπερ δι’ ἀψύχων ὀργάνων ἐνεργεῖσθαι τὰ κατ’ αὐτοὺς νομίζωσιν· ἔτι δὲ καὶ ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι οὐδὲν παρ’ αὐτοῖς εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο, πρὸς δὲ τούτοις ἵνα καὶ μετριάζειν μάθωσι, τοῦτο ποιεῖ, καὶ ὅπως μὴ μείζονα ἣ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα καὶ πολλῶ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας αὐτοὺς ἀφεῖναι, ἀλλ’ ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνοις, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν. Ἀγοράσαι δὲ μάχαιραν, φησὶ, τὴν ἔφοδον τῶν Ἰουδαίων τὴν κατ’ αὐτοῦ γνωρίσαι αὐτοῖς βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν, καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς· δι’ αἰνίγματος μέντοι τῆς μαχαίρας τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων ἅπερ ἔπαθε, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ “ἀγορασάτω μάχαιραν,” ἐπήγαγεν, “ὅτι δεῖ τὰ γε- “γραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι μετὰ ἀνόμων ἐλογίσθη· οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐγνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν. Εἰπόντων δὲ τῶν Ἀποστόλων, “Κύριε, ἰδοῦ μάχαιραι ὧδε δύο,” καὶ τὸ λεχθὲν μὴ συνιέντων, αὐτός φησιν, “ἱκανόν ἐστι,” καίτοι γε οὐκ ἦν ἱκανόν. Εἰ μὲν γὰρ ἀνθρωπίνης βοηθείας κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐδὲ εἰ ἑκατὸν ἦσαν μάχαιραι, ἱκαναὶ ἦσαν· εἰ δὲ μὴ τοῦτο, καὶ δύο περιτταί· καὶ ὅμως οὐκ ἀπεκάλυψε τὸ αἴνιγμα. καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν, ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει τοῦτο καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπὸν, ὥσπερ καὶ ὅτε εἶπε, “λύσατε τὸν ναὸν τοῦτον,” καὶ τὰ ἑξῆς. Περὶ τοῦ προσεύξασθαι αὐτὸν πρὸ τοῦ πάθους προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ινα δὲ δείξῃ, ὅτι ἀληθινὸς ἦν ἄνθρωπος, καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονεν, ἵδρωσε, καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὤσει θρόμβοι αἵματος, ὅπερ μυστηρίου τινὸς ἐστὶ τεκμήριον. Οὐδὲ γὰρ εἰ σφόδρα δειλότατός ἐστι καὶ ἀγεννὴς, αἵματος ἔμελλε νοτίσιν ἐξ ἀγωνίας μόνης ὥσπερ ἰκμάσι ἱδρῶτος παρὰ φύσιν ὑγραίνεσθαι, ἀλλ’ εὐδόκησε τοῦτο γενέσθαι ἐν ἑαυτῷ, ὅπως τῆς ἡμετέρας φύσεως ὥσπερ ἀναξηράνῃ καὶ ἐξοικίσῃ τὴν τῆς δειλίας πηγὴν. Ὤφθη δὲ αὐτῷ Ἄγγελος ἐξ οὐρανοῦ ἐνισχύων αὐτὸν, οὐχ ὅτι τῆς ἰσχύος τοῦ Ἀγγέλου ἐπεδέετο, ὁ ὑπὸ πάσης ὑπουρανίου δυνάμεως φόβῳ καὶ τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος, ἀλλ’ ἵνα πληρωθῇ τὸ ἐν τῇ μεγάλῃ ᾠδῇ ὑπὸ τοῦ Μωϋσέως εἰρημένον, “καὶ “ἐνισχυσάτωσαν αὐτὸν πάντες υἱοὶ Θεοῦ,” τουτέστι διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος δοξολογῶν αὐτὸν ὁ Ἄγγελος ἔλεγε πρὸς Κύριον· Σή ἐστιν ἡ ἰσχὺς, δέσποτα, σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ τοῦ ᾅδου καὶ κατὰ τοῦ διαβόλου, ἐλευθέρωσας τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῶν. Φωνῇ παροιμίας λέγεται ἐπὶ τῶν σφόδρα λυπουμένων καὶ ἀγωνιώντων, “αἵματι ἵδρω,” ὥσπερ καὶ ἐπὶ τῶν πικρῶς ὀδυρομένων, “αἵματι κλαίει.” εἰ μὲν οὖν κατὰ τοῦτόν τις πεπαρῳδῆσθαι νομίσ(??)ι τὸν τρόπον, οὐδὲ γὰρ τῶν τοιούτων μαθημάτων ὁ ἀνὴρ ἀνήκοος, οὐ γὰρ θρόμβους ἱδρὼς ἀπεφήνατο αἵματος· οὐ γὰρ καθ’ ὁμοιότητα τούτων εἴρηκε γενέσθαι τοὺς ἱδρῶτας· τοῦτο γὰρ σαφῶς δηλονότι “ὡσεὶ θρόμβοι” παρίστησι. θέλων δὲ μᾶλλον δηλῶσαι, ὡς οὐχὶ λεπταῖς τισὶ νοτίσι καὶ οἷον ἐνδείξεως χάριν ἐπιφαινομέναις, ἀλλ’ ὡς ἀληθῶς ἁδρῶν σιαγόνων δίκην ὅλον τοῖς ἱδρῶσι περιεστάζετο. a “τοὺς τῶν αἱμάτων θρόμβους ὡσεὶ κόρον τοῦ γεγενημένου παρειληφέναι· ἐδήλου δὲ ἄρα ὥσπερ καὶ διὰ τῆς ἐντεταμένης προσευχῆς, καὶ τῆς πολλῆς ἀγωνίας καὶ τῆς τῶν ἱδρώτων παχύτητος, ὡς φύσει καὶ ἀληθῶς, ἀλλ’ οὐκ ἐπιδείξει καὶ φαντασίᾳ ἄνθρωπός τε ἐχρημάτισεν ὁ Σωτῆρ’, καὶ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις ὑπηρετήσατο πάθεσι. Περὶ τοῦ ἀναστῆναι αὐτὸν ἐκ τῆς προσευχῆς, καὶ ὅτι ἐφίλησεν αὐτὸν ὁ Ἰούδας, καὶ τὰ ἑξῆς, ἕως ἤγαγον αὐτὸν πρὸς Πιλάτον, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Τίτου. Βοστρῶν. Τὸ “μὴ εἰσελθεῖν εἰς πειρασμὸν” μὴ πειρασθῆναι, ἀλλὰ τὸ μὴ ἔσω γενέσθαι τῶν πειρασμῶν καὶ κυριευθῆναι. Ἀπολιναρίου. Σημεῖον τὸ φίλημα δέδωκεν ὁ προδιδοὺς, τὸ καὶ μᾶλλον πλησιᾶσαι δύνασθαι κατὰ τὴν συνήθειαν, καὶ ὁ Κύριος φιλοῦντα μὲν αὐτὸν οὐκ ἀπεστράφη, τῇ τε συνήθει πραότητι καὶ προσελέγχων. Ἔδειξε δὲ αὐτῷ, ἵνα μὴ νομίζῃ λανθάνειν, ὅτι οὐκ ἐπὶ τούτῳ αὐτὸν δέχεται, ὅπερ σχηματίζεται διὰ τοῦ φιλήματος, ἀλλ’ ἐπ’ ἐκεῖνο, ἐφ’ ὅπερ ἥκει καὶ βούλεται τοῦ ἐπιτελέσαι. Τοῦ Χρυσοστόμου. Ἄξιον ζητῆσαι τίνος ἐβάστασαν, καὶ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· εἰκὸς οὖν καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν λαβεῖν εἰς βοήθειαν ὡς πολεμήσοντας ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνης γνώσεως ἦν μόνον. Διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος μετὰ σφοδρᾶς τῆς ἀπειλῆς· καὶ οὐκ ἀφῆκέν τινα βλάβην γενέσθαι Χριστός· ἰάσατο γὰρ αὐτὸν, καὶ θαῦμα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα. Καὶ γὰρ ἐκεῖνο φιλοστόργως καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ “βάλε τὴν μάχαιραν εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἀπολιναρίου. τοῦτό ἐστιν ὅτι συγχωρήσεως καιρὸς καὶ ἡ ἐξουσία του σκότους. Τίτου Βοστρῶν. Ὅτε θέλω κρατοῦμαι, φησὶν, ἐγὼ γὰρ νῦν θέλω, αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τῆς ἁμαρτίας ὑμῶν. Τοῦ Χρυσοστόμου. Ἰστέον ὅτι οὔτε ἤσθετο τοῦ πτώματος ὁ Πέτρος, καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὀ χριστὸς, δείκνυς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ’ οὐδὲ ἐπεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος· ἀλλ’ ἐδεήθη πάλιν τῆς τοῦ διδασκάλου ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονε ἀντὶ φωνῆς, οὔπω περιδεὴς ἦν. ὁ δὲ Μάρκος φησὶν, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρύων, ὅτε δὲ τρίτον καὶ τελευταῖον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα πη αὐτοῦ τοῦ διδασκάλου μαθὼν ἔγραψε· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. σύμφωνα δὲ τὰ παρὰ τοῦ Ματθαίου καὶ Μάρκου, εἰ καὶ δοκεῖ ἐναντία εἶναι. Ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρύων, δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· ὥστε ἀμφότερα ἀληθῆ. πρὶν ἣ γὰρ τὴν τρίτην ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλέκτορα, τρίτον ἠρνήσατο, μόνου δὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, οὐδὲ κλαῦσαι ἐτόλμα φανερῶς, ἀλλ’ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Κυρίλλου Ἀλεξανδρείασ. Ἠσθένησε κατὰ τὴν πρόρρησιν τοῦ Χριστοῦ μακάριος Πέτρος, καὶ ἠρνήσατο τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν. Ἔφη γὰρ ὁ Ματθαῖος, “ὅτι ἤρξατο καταναθεματίζειν “καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.” Πειρῶνται μὲν οὖν τινὲς, ὀμωμοκέναι κατὰ τὸν Ματθαῖον, οὐκ οἶδεν ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν, τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον· ᾔδει γὰρ κα· ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, “ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος,” καὶ οὐχ ὡς ἕνα τῶν καθ’ ἡμᾶς Υἱὸν αὐτὸν εἶναι Θεοῦ διαβεβαιούμενος τὰ τοιάδε φησίν· ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις συμβεβηκότα θεωρῶν, τὸν ἐπέκεινα παντὸς γεννητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν ἀναλάμψαντα Λόγον, οὐκ ἀπέστη τοῦ εἶναι καὶ ὁμολογεῖν, ὡς ἔστιν αὐτὸς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ οὐδήπω φαμὲν, ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψαύσηται Χριστὸς, ἀλλ’ ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, προαπήγγειλε τῷ μαθητῇ· ὅτι γὰρ ἀνθρωπίνης μικροψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξειεν ἃν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώσει δάκρυον· ἐξελθὼν γὰρ ἔξω, φησὶν, “ἔκλαυσε πικρῶς,” προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνησιν. Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ, μεμένηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλούτηκε γὰρ τῆς ἀφέσεως τοῦ πλημμελήματος. Τοῦ Αὐτοῦ. Πρέποι ἃν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων “ἐξέστη ὁ οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα “λέγει Κύριος.” ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται, καὶ διακαρτερεῖ τυπτομενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας ἑαυτὸν παρατιθείς. Ὁ γὰρ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ προφητείας πάσης δοτὴρ, πῶς ἂν ἠγνόησε, τίς ἐστιν ὁ παίσας αὐτόν; Ἀνισχούσης ἡμέρας τὸ δυσσεβὲς καὶ πάσης ἀνομίας μεστὸν συνήγερται βουλευτήριον, καὶ εἰς μέσον ὁ Μωϋσέως καὶ προφητῶν δεσπότης ἀθέσμως ἐξυβριζόμενος παρεκομίζετο· ἐπυνθάνοντο δὲ εἰ αὐτὸς ἔστιν ὁ Χριστός ἀλλ’ εἴποι τις ἃν πρὸς αὐτοὺς, εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, οὐκ ἔδει σε πρὶν τὸ ἀληθὲς μαθεῖν, τύπτειν καὶ ὑβρίζειν αὐτὸν, μήπως Θεῷ προσκρούσῃς· εἰ δὲ ὑποπλάττεις τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσεις οὖν τοῦ ἱεροῦ γράμματος, “Θεὸς οὐ μυκτηρίζεται,” διὸ καὶ Χριστὸς πρὸς αὐτούς· “ἐὰν ὑμῖν εἴπω” καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρωτώμενοι ἐσιγήσατε; Ἐλέγχοντος ἦν αὐτοὺς τὸ εἰρημένον, ὅτι οὐ παντελῶς διαλέληθεν αὐτοὺς τὸ πρᾶγμα διὰ τὴν ἐκ τῶν σημείων ἐπίγνωσιν. Πόθεν γὰρ τὸ λέγειν τοῦτον μόνον Χριστὸν, ὅπερ ἐφ’ ἑτέρῳ οὐκ εἰρήκασιν; Ἐπιφέρει δὲ τὸ τῆς κρίσεως, ἀπειλῶν ὅτι ὄψονται αὐτὸν ἐν τῇ οὐρανίῳ δόξῃ φαινόμενον, ἀλλ’ ὅμως ἀκούσαντες οὐκ ἔπληξαν, οὐδὲ ἐφυλάξαντο, ἀλλὰ βλασφημίας εἶπαν εἶναι τὸν λόγον. Οὕτως οὐκ εἰς ὠφέλειαν τοῖς ἀνηκόοις αἱ τῶν μυστηρίων ἀποκαλύψεις, ἀλλ’ εἰς κατάκρισιν. Κυρίλλου Ἀλεξανδρείασ. Ἀπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδέθησαν καὶ αὐτοὶ ταῖς τῶν Ῥωμαίων στρατιαῖς, καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προεπηγγελμένα, “οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβή- “σεται αὐτῷ·” ὁ δὲ, “καθὼς ἐποίησας, οὕτως ἔσται σοὶ τὸ ἀντα- “πόδομά σου, ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.” Τί δὲ δὴ καὶ Πιλάτῳ, φασὶ, τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συντιθέντες συκοφαντίας; “τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος “ἡμῶν, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι.” Ποῦ κεκώλυκε φόρους διδόναι Καίσαρι; καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας μετὰ τῶν καλουμένων Ἡρωδιανῶν πειράζοντάς τε καὶ λέγοντας, “διδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἣ οὔ;” εἶτα πρὸς ταῦτα Χριστός· ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κένσου, εἴρετό τε, τίνος ἔχει εἰκόνος ἐπιγραφὴν τὸ προσοισθὲν δηνάριον; ὡς δὲ Καίσαρος ἔφασκον, ἀπόδοτε, φησὶ, “τὰ Καίσαρος Καίσαρι “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” Ποῦ τοιγαροῦν κεκώλυκε φόρους διδόναι Καίσαρι; ἀλλ’ εἰσῆν αὐτοῖς ὁ σκοπὸς τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωὴν, πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάματος ἀπήλλαττε τὸν Ἰησοῦν, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς· οἱ δὲ ἐπίσχυον λέγοντες, ἀνασείει τὸν λαὸν, συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶν, σεσιγήκασι δὲ τῆς διδασκαλίας τὸν τρόπον, δεδιότες ποῦ μὴ ἄρα πῶς καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιον, πλὴν καὶ ταῦτα ἃ λέγουσιν, ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων, “οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,” καὶ τὰ ἑξῆς. Κατηγορεῖτο μὲν ὑπὸ τῶν Ἰουδαίων ὁ Χριστός· ἦν δὲ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις ἀφιέντος· οὔτε γὰρ φόρον ἐκώλυσε Καίσαρι διδόναι ποτὲ, μᾶλλον μὲν οὖν καὶ ἐπέτρεψε λέγων, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” οὔτε βασιλείας ἐγχείρησις ἢν ἐν αὐτῷ· ἀλλὰ γὰρ ἐπιόντων αὐτῷ τῶν ὄχλων ὥστε βασιλέα ποιῆσαι, καταλιπὼν αὐτοὺς εἰς τὸ ὄρος ἀνεχώρησε. Ποῖαν δὲ στρατιωτῶν παρασκευην ὄρων ἐν αὐτῷ οἱ ἄνομοι, εἰς τοῦτο κατηγόρουν αὐτῷ; τί δὲ ἀλαζονικόν; οὐχὶ κώμας καὶ πόλεις ὁδοιπορῶν τοῖς ποσὶν, ἐπὶ θεραπείαις ἀνθρώπων ἐφαίνετο; Διόπερ καὶ αὐτῷ τῷ Πιλάτῳ ἀπίθανος παντελῶς ἡ κατηγορία καὶ ἕωλος ὤφθη, ὅθεν καὶ ἐπηρώτα, οἱονεὶ διαχλευάζων τοὺς κατηγοροῦντας, λέγων, “σὺ εἶ ὁ “βασιλεὺς τῶν Ἰουδαίων;” εἰ καὶ ὁ Κύριος τὸ ὄντως εἶναι βασιλεὺς οὐκ ἀρνεῖται.