Ancient Greek
ΚΕΦ. ΟΗ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΟΗ..1
Not analysed yet
Ἐξουθένησις Ἡρώδου. Ἐκπεμφθεὶς δὲ πρὸς Ἡρώδην ὑπὸ Πιλάτου, οὐκ ἀπεκρίθη τῷ Ἡρώδῃ ἐρωτώμενος ὑπ’ αὐτοῦ, ἐπειδὴ οὐκ ἔδει πρὸς ἄνθρωπον ἀποκρίνεσθαι μηδὲν ἄξιον ἀποκρίσεως ἔχοντα· ἄλλως τε δὲ οὐδὲ διδασκαλίας ἦν ὁ καιρὸς, οὐδὲ ἐπιδείκνυσθαι σημείων δύναμιν πρέπον ἦν τῷ πρὸς τεραστίων ὄψιν φιλοθεάμονι μᾶλλον ἣ σημεῖα δυνάμεως θεῖα ἰδεῖν βουλομένῳ· ὅθεν σιωπῆς ἰδὼν τὸν καιρὸν ἐσιώπα. Χλευάζει μέντοι τὸν σεμνὸν καὶ τίμιον ὁ ἀναίσθητος, μαρτυρεῖ δὲ δι’ ὣν χλευάζει ὅτι μηδὲν ἄδικον ἔπραξεν ὁ Χριστός οὐ γὰρ ἐσθῆτος a ἔδει λαμπρᾶς ἐπὶ τοῦ κακόν τι δεδρακότος ἣ εἰρηκότος, ὅθεν Ἰουδαῖοι καὶ οὕτω καταισχύνονται ἐκ τοῦ δικαστηρίου καὶ τῆς κατηγορίας ἀυτῶν· ἀπιόντος του κατηγορουμένου μέτα λαμπρᾶς ἐσθῆτος a, εἰ καὶ διαπαίζων Ἡρώδης ἐποίει τοῦτο, οὐκ ἃν δὲ τοῦτο διεπράξαντο, εἴπερ ἦν ὀργῆς ὁ καιρός. Μαρτυρεῖ δὲ καὶ ὁ Πιλάτος, ὅτι ψῆφος ἦν αὕτη τοῦ Ἡρώδου μὴ ἠδικηκέναι τὸν Κύριον, ἐξ ὧν φησι πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι “προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν “λαὸν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνω, οὐδὲν εὗρον ἐν τῷ “ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε αὐτοῦ, ἀλλ’ οὐδὲ Ἡρώδης” καὶ τὰ ἐξῆς. ἘΞ ἀνεπιγράφου. Κατηγορεῖτο ὑπὸ γραμματέων, καὶ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις ἀφιέντος. τίς γὰρ ἡ τῆς βασιλείας ἐγχείρησις παρὰ Χριστοῦ, ὃς καὶ ἐπιόντων αὐτῷ τῶν ὄχλων ὥστε βασιλέα κἂ ἱστάναι, καταλιπὼν αὐτοὺς εἰς ὄρος ἀνεχώρησε; ἔνθα μὴ δεῖ λέγειν μηδὲ ἀποκρίνεσθαι, σιωπὴν ἄγει Χριστός. Τί γὰρ ἔδει πρὸς ἄνθρωπον ἀποκρίνεσθαι, μηδὲν ἄξιόν ἀποκρίσεως ἔχοντα; Διὰ τί δὲ εἶχον ἀνάγκην ἀπολύσαι ἕνα κακοῦργον κατὰ τὴν ἑορτήν; εἰκὸς ἄρτι ὑποσπονδῶν γενομένων Ῥωμαίων καὶ Ἰουδαίων, ὅπερ πάτριον ἦν αὐτοῖς παρέχειν τινὰ τῷ λαῷ, διετήρουν οἱ Ῥωμαῖοι τοῦτο, καθὼς καὶ ὅσα ὁ Σαοὺλ συνεχώρησε διὰ τὸν λαὸν τὸν Ἰωνάθαν. Περὶ τοῦ Βαραββᾶ, καὶ ὅτι ἠγγάρευσαν Σίμωνα τὸν Κυρηναῖον, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείασ. τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν, θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν· ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες “αἶρε τοῦ- “τον, ἀπόλυε δὲ ἡμῖν τὸν Βαραββᾶν,” ἰδοὺ δὴ σαφῶς “τὸν “ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρι- “σθῆναι αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοὶ,” ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν. ἐπεφώνησαν γὰρ, φησὶν, λέγοντες, “αἶρε, αἶρε, σταύρωσον αὐτὸν,” ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν “κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς διὰ τοῦτο ἐμίσησε. Τοῦ Αὐτοῦ. Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ἡσαΐας, “οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· “δείλαιοι εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἐλυτρωσάμην “αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ”—καὶ πάλιν, “πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώσ- “σης αὐτῶν.” “ἐπέκρινε τοίνυν,” φησὶν, “ὁ Πιλάτος γενέσθαι “τὸ αἴτημα αὐτῶν,” καὶ νίκην νενικήκασι ὀλέθρου μητέρα· καὶ ἄγεται μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸ σωτήριον πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων Εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον. Ἀληθὲς δὲ πάντως τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ Σωτῆρ’· κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν Κυρηναῖον κατεσχήκασι καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον. Ἀναγκαῖον δέ πὼς ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν ὅλων Σωτῆρα Χριστὸν ἐπικομίσασθαι τὸν σταυρόν· εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ “ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·” ἀρχὴ γὰρ γέγονεν αὐτοῦ ὁ σταυρὸς, δι’ οὗ βεβασίλευκε τοῖς ὑπ’ οὐρανὸν, εἴπερ ἐστὶν ἀληθὲς “ὅτι “γέγονεν ὑπήκοος μέχρι τοῦ θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ “ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ “κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα “γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “Θεοῦ Πατρὸς, ἀμήν.”