Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.11
Not analysed yet
Καὶ εἶδον ἄλλο θηρίον. Τὸ θηρίον τοῦτο, οἱ μὲν τὸν Ἀντίχριστον φασὶν, ἑτέροις δὲ ἔδοξε τὰ δύο αὐτοῦ κέρατα τὸν Ἀντίχριστον καὶ τὸν ψευδοπροφήτην αἰνίττεσθαι. ὁμολογουμένου δὲ καὶ τοῦ ψευδοπροφήτου ἐν ἰδίῳ προσώπῳ ἔρχεσθαι, οὐκ ἄτοπον τὸν μὲν δράκοντα εἰς τὸν Σατανᾶν νοεῖσθαι, τὸ δὲ θηρίον τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον, εἰς τὸν Ἀντίχριστον· τὸ δὲ παρὸν ἐκ τῆς γῆς μὲν ἀνερχόμενον, δηλαδὴ τῆς γηΐνης καὶ χαμαιπετοῦς πολιτείας, ἔχων δὲ δέκα κέρατα ὅμοια ἀρνίῳ, διὰ τὸν ἐν δορᾷ προβάτου λύκον ἔνδον τὸ φονικὸν περικαλύπτειν, καὶ διὰ τὴν ἐν προοιμίοις αὐτοῦ τῆς εὐσεβείας μόρφωσιν εἰς τὸν ψευδοπροφήτην. ἐλάλει δέ, φησιν, ὡς δράκων. τὰ γὰρ τοῦ ἀρχεκάκου διαβόλου πράξει τε καὶ φθέγξεται· ἐξουσία γὰρ αὐτῷ σημείων καὶ τεράτων δίδοται, ἵνα ποιῇ ἔμπροσθεν τοῦ Ἀντιχρίστου, προοδοποιῶν αὐτῷ τὴν τῆς ἀπάτης ὁδόν.