Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.12
Not analysed yet
Καὶ ποιήσει τὴν γῆν. Πάντα πράξει διὰ γοητείας, φησὶν, ὁ τοῦ ψευδοχρίστου πρόδρομος πρὸς ἀπάτην τῶν ἀνθρώπων, πρὸς τὸ, Θεὸν νενομίσθαι τὸν Ἀντίχριστον, ὡς ὑπὸ τοιούτων τεραστίων ἐργάτου μαρτυρούμενον, κατὰ μίμησιν Ἰωάννου τοῦ βαπτιστοῦ τοῦ τῷ Σωτήρι’ τοὺς πειθομένους προσάγοντος. τὴν δὲ τῆς πληγῆς τοῦ θηρίου θεραπείαν, εἰρῆσθαι φασὶ τὴν τῆς διῃρημένης βασιλείας δοκοῦσαν πρὸς ὀλίγον γίνεσθαι ἕνωσιν· ἣ τῆς φθαρείσης τοῦ Σατανᾶ τυραννίδος πρός μικρὰν διὰ τοῦ Ἀντιχρίστου ἀνόρθωσιν, ἢ τινὸς τῶν προσοικειωμένων αὐτῷ τεθνεῶτος ἀπατηλὴν ἀνάστασιν. οὐ θαυμαστὸν δὲ ἐν ἀφθαλμοῖς τῶν ἀπατωμένων πῦρ ὁρᾶσθαι οὐρανόθεν κατερχόμενον, ὅπου γε καὶ ἐν τῇ ἱστορίᾳ τοῦ Ἰὼβ τοῦτο κατεληλυθὸς, κατὰ θείαν συγχώρησιν καὶ Σατανικὴν ἐνάργειαν, καὶ τὰ κτήνη αὐτοῦ καταναλῶσαν μεμαθήκαμεν.