Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.9
Not analysed yet
Εἴτις ἔχει οὖς. Αξια φησὶ ἕκαστος τῶν πεπραγμένων δέξηται τὰ ἐπίχειρα. οἱ πρὸς τὸ κακοῦν τοὺς πλησίον ἕτοιμοι ὑπὸ τοῦ διαβόλου αἰχμαλωτισθήσονται καὶ τῇ Σατανικῇ μαχαίρᾳ τὸν ψυχικὸν ὑποστήσονται θάνατον, ᾧ δι’ ἔργων ἡττήθησαν, τούτῳ δουλούμενοι· οἱ δὲ πίστιν εἰλικρινῆ καὶ ὑπομονὴν ἀμετάθετον ἐν τοῖς πειρασμοῖς ἔχοντες ἀνεξάλειπτοι τῆς βίβλου τῆς ζωῆς ἔσονται.