Ancient Greek
13.14 to 13.14a
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.14-14a
Not analysed yet
Καὶ πλανᾶ τοὺς κατοικοῦντας. Πλανᾷ φησι τοὺς ἐν τῇ γῇ τὴν διηνεκῆ κατοίκησιν τῆς καρδίας ἔχοντας· τοὺς γὰρ ἐν οὐρανῷ κεκτημένους τὸ πολίτευμα, οὐκ ἀπατᾷ ἡ αἴσθησις, ἠσφαλισμένους ἀκριβῶς τῇ προαναφωνήσει τῆς αὐτοῦ ἐλεύσεως. Λέγων τοῖς κατοικοῦσιν. Ἱστόρηται πολλάκις γοητείαις λαλῆσαι δι’ εἰκόνων καὶ ξοάνων καὶ δένδρων καὶ ὑδάτων, διά τε Ἀπολλωνίου, διά τε ἑτέρων, δαίμονας· οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ Ἀντιχρίστου οὐδὲν ἀπεικὸς διὰ δαιμόνων ἐνεργούντων ποιῆσαι εἰκόνα τῷ θηρίῳ, καὶ δεῖξαι ταύτην λαλοῦσαν, παρασκευάσαι τε ἀναιρεῖσθαι τοὺς τούτην μὴ προσκυνοῦντας.