Ancient Greek
Book 13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 13.5
Not analysed yet
Καὶ ἐδόθη αὐτῷ στόμα. Κατὰ θείαν συγχώρησιν φησὶ, τὰ τρία ἥμισυ ἔτη τὴν ἐξουσίαν ἕξει τῆς τε πρὸς Θεὸν βλασφημίας, τῆς τε τῶν ἁγίων κακώσεως. σκηνὴ δὲ τοῦ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ λόγου σκήνωσις, ἤγουν ἡ ἐνανθρώπησις, καὶ ἡ ἐν τοῖς ἁγίοις ἀνάπαυσις, καθ’ ὧν πάντων εἰς βλασφημίαν τραπήσεται, προσέτι δὲ καὶ τῶν ἁγίων Ἀγγέλων. Καὶ ἐδόθη αὐτῷ ἐξουσία. Κατὰ πάσης μὲν φυλῆς, φησὶν, καὶ γλώσσης τῇ πονήρᾳ ἐξουσίᾳ χρήσεται, ἐκείνων δὲ κρατήσει, ὧν τὰ ὀνόματα ἐν τῇ τῆς ζωῆς οὐ γέγραπται.