Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.4
Not analysed yet
Οὗτοι εἰσὶν οἱ μετὰ γυναικῶν. Τούτους ἡγούμεθα μετὰ τοὺς ὠνομασμένους κδ πρεσβυτέρους, τῶν λοιπῶν εἶναι προὔχοντας, διά τε τὴν παρθενίαν, καὶ τὸ ἐν γλώσσῃ τε καὶ χερσὶν ἄμωμον, μετὰ τὴν αὐτοῦ ἐπιδημίαν κτωμένους τὴν ἐν ἀρεταῖς λαμπρότητα· δι’ ἧς τὴν καινὴν ᾠδὴν διδάσκονται, τὴν τοῖς πολλοῖς οὐ μόνον ἐν τῷ παρόντι βίῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἄγνωστον. εἰ γὰρ καὶ τὸ τέλειον τῆς γνώσεως ἐλεύσεται τότε, καταργουμένης τῆς μερικῆς γνώσεως κατὰ τὸν Ἀπόστολον, ἀλλ’ ἀναλόγως τῇ ἐνταῦθα πολιτείᾳ τῶν ἁγίων, ἡ τῶν θείων μυστηρίων ἔσται φανέρωσις, “πολλαὶ γὰρ μοναὶ παρὰ “τῷ Πάτρι’ ὥσπερ καὶ διαφοραὶ κολάσεων.