Ancient Greek
Book 14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 14.6
Not analysed yet
Καὶ εἶδον Ἄγγελον ἄλλον. Τὸ μεσουράνημα τὸ ὑψηλὸν δηλοῖ, καὶ τὸ οὐράνιον εἶναι τὸν φανέντα Ἄγγελον, ἄνωθεν πεμφθέντα πρὸς τὸ χαμόθεν τοὺς ἀνθρώπους διὰ τῆς μεσότητος ἀναγαγεῖν εἰς οὐρανοὺς τῇ οἰκείᾳ μεσιτείᾳ, τείᾳ, ὥστε ἑνωθῆναι τὸ τῆς Ἐκκλησίας σῶμα, Χριστῷ τῇ κεφαλῇ ἡμῶν· τὸ δὲ αἰώνιον Εὐαγγέλιον, τὸ ἐξ, αἰῶνος τοῦτο παρὰ Θεῷ προωρίσθαι. φησὶ δὲ τοῦτο, τὸν μὲν Θεὸν φοβεῖσθαι, μὴ δειλιᾷν δὲ τὸν Ἀντίχριστον, ἀποκτεῖναι τὴν ψυχὴν σὺν τῷ σώματι μὴ δυνάμενον, ἀλλ’ εὐθύμως αὐτῷ ἀντιτάξασθαι πρὸς ὀλίγον κρατοῦντι, διὰ τὴν ἐγγύτητα τῆς κρίσεως, καὶ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως. Καὶ ἄλλος δεύτερος Ἄγγελος. Βαβυλῶνα καλεῖ φερωνύμως τὴν τοῦ κόσμου σύγχυσιν, καὶ τὴν βιωτικὴν ταραχὴν, ἢν ὅσῳ οὔπω προλέγει παύσεσθαι. οἶνον δὲ θυμοῦ, πορνείας καλεῖ, οὐ μόνον τὴν ἐξ εἰδωλολατρείας βακχείαν καὶ τῶν φρενῶν ἔκστασιν, ἀλλὰ καὶ τὴν ἐκ πάσης ἁμαρτίας μέθην καὶ παραφορὰν, καθ’ ἣν πάντες οἱ ἐκ τοῦ Θεοῦ πορνεύοντες ἐξολοθρευθήσονται. πίπτει δὲ ἡ τοιαύτη Βαβυλὼν τέλεον ἐν τῇ ἀναδείξει τῆς ἄνω Ἰερουσαλὴμ ἀνασπωμένη πρόρριζος, τῶν τῆς ἀνομίας ἐργατῶν πεμπομενων εἰς τὸ πυρ’ τὸ αἰώνιον.