Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.13
Not analysed yet
Καὶ εἶδον ἐκ τοῦ στόματος. Κἀν τούτων δείκνυται ἐν ἰδίῳ προσώπῳ τόν τε διάβολον ὡς δράκοντα, τόν τε Ἀντίχριστον ὡς θηρίον, τόν τε ψευδοπροφήτην ὡς ἕτερον παρὰ τούτων μνημονεύεσθαι, ἐξ ὧν φησιν ἐοικότα βατράχοις ἐκπορεύεσθαι Πνεύματα, διὰ τὸ ἰῶδες αὐτῶν καὶ ἀκάθαρτον καὶ βορβορῶδες, καὶ πρὸς τὰς διύγρους ἡδονὰς ἑρπηστικὸν τῶν πονηρῶν δυνάμεων, αἳ τοῖς τοῦ διαβόλου καὶ τοῦ ψευδοχρίστου καὶ τοῦ ψευδοπροφήτου προστάγμασι τοῖς σημαινομένοις διὰ τοῦ στόματος, ἀπατηλὰ σημεῖα καὶ τέρατα τοῖς ἀνθρώποις δείξουσιν, ὡς διὰ τῶν ἑξῆς μαθησόμεθα.