Ancient Greek
Book 16
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 16.3
Not analysed yet
Καὶ ὁ δεύτερος Ἄγγελος. Ἴσως πρὸς ἔλεγχον τῆς τοῦ ψευδοχρίστου ἀσθενείας καὶ τῶν ἀπατωμένων εὐκολίας διὰ τῶν ἁγίων προφητῶν Ἐνὼχ καὶ Ἠλιοῦ μεταβαλεῖν, ὡς νεκροῦ τουτέστιν ἐσφαγμένου, τὴν θάλασσαν, καὶ φθορὰν τῶν ἐν αὐτῇ ἀπεργάσασθαι, καθάπερ πάλαι ἐν Αἰγύπτῳ διὰ Μώσεως πεποίηκεν πρὸς ἔλεγχον τῆς τοῦ Φαραὼ σκληρότητος καὶ τῆς οἰκείας δυνάμεως ἔνδειξιν· ὅπως οἱ τότε ἄνθρωποι φοβηθῶσι τὴν κτίσιν ἀντιτασσομένην αὐτοῖς ἐπὶ τῇ τοῦ λυμεῶνος τιμῇ θεόμενοι. εἰκὸς δὲ ἦν καὶ τὰς ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν πολέμοις σφαγὰς διὰ τούτων σημαίνεσθαι, τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ κατ’ ἀλλήλων κινουμένων ἐν τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι· προσέτι δὲ καὶ τῶν ἀπειθούντων αὐτῷ βασιλέων πανστρατιᾷ κατακοπτομένων, καὶ σφαγῶν κατὰ τόπους γινομένων, ἡ μὲν θάλασσα ταῖς ναυμαχίαις μολυνθήσεται, οἱ δὲ ποταμοὶ τοῖς τῶν ἐκεῖ θνησκόντων αἵμασι κερασθήσονται.