Ancient Greek
Book 17
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 17.9
Not analysed yet
Ὧδε ὁ νοῦς ἔχων σοφίαν. Πνευματικῶν ὄντων τῶν εἰρημένων, πνευματικῆς σοφίας χρεία, φησὶ, πρὸς τὸ νοῆσαι τὰ λεγόμενα. ζ οὖν κεφαλὰς καὶ ζ ὄρη νοεῖσθαι φασὶν, ἐν αἷς ἐγκαθῆσθαι τὴν παγκόσμιον Βαβυλῶνα φησὶ, ζ τόπους ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τῶν λοιπῶν ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν στηριχθῆναι ἔγνωμεν· οἶον, πρῶτον ἐν Νινευῇ, τὴν Ἀσσυρίων ἀρχὴν, δεύτερον ἐν Ἐκβατάνοις τὴν Μηδῶν δυναστείαν, ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὦν τὸν βασιλέα Σαρδανάπαλον καθελεῖν ὁ Ἀρβάκης ἱστόρηται. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὁ Ναβουχοδονόσορ ἐβασίλευσεν. ἔπειτα μετὰ τὴν τούτων κατάλυσιν ἐν Σούσοις τὴν Περσῶν ἡγεμονίαν ὑπὸ Κύρου κτισθεῖσαν. μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν, τὴν τῶν Μακεδόνων βασιλείαν. μετὰ δὲ τούτους ἐν τῆ πρεσβυτέρᾳ Ῥώμῃ τὴν τῶν Ῥωμαίων ἰσχύν. ἐπὶ μὲν Αὐγούστου Καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτῆς καὶ ὑπάτους μοναρχήσασα, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσα, ὧν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετενεχθῆναι βασίλεια. διὰ τοίνυν τῶν ζ κεφαλῶν, ζ πόλεις δηλώσας, διὰ δὲ τῶν ζ ὀρέων, ζ ἀναστήματα τοῦ λοιποῦ τῆς γῆς σώματος ὑπερανέχοντα οὐ τοπικῇ θέσει, ἀλλὰ δόξης ἀξιώματι· καὶ βασιλεῖς ὁμοίως εἶπεν ἢ τοὺς δοξασθέντας τόπους τῇ βασιλικῇ προεδρίᾳ, ἢ τοὺς πρώτως ἐν ἑκάστῃ τῶν προλεχθεισῶν βασιλεύσαντας, ἑκάστου κατὰ τὴν περίφρασιν πᾶσαν τὴν βασιλείαν λείαν περιορίζοντος· οἷον Νίνου τῆς Ἀσσυρίων, Ἀρβάκου τῆς Μηδῶν, Ναβουχοδονόσορ τῆς Βαβυλῶνος, Κύρου τῆς Περσῶν, Ἀλεξάνδρου τῆς Μακεδόνων, Ῥωμύλου τῆς παλαιᾶς Ῥώμης, Κωνσταντίνου τῆς νέας. ὧν τὰς μὲν ε ἤδη πεπτωκέναι φησὶ, δὲ ἕκτην ἐφ’ ἧς ὡράθη ἡ Ἀποκάλυψις, ἑστάναι ταύτην ἐν τῇ παλαιᾷ ‘pώμῃ, τὴν δὲ ζ μήπω ἐληλυθέναι, τὴν ἐν τῇ νέᾳ Ῥώμῃ, τὴν μέχρι τοῦ Ἀποστάτου βασιλεύουσαν, ὀλίγον κρατοῦσαν ὡς πρὸς τὰς πρότερόν φησιν· ὧν αἱ μὲν ἦρξαν ἔτη ὑπὲρ τὰ φᾶ, αἱ δὲ ὑπὲρ τὰ ᾳ. ἄλλως τε δὲ καὶ πᾶς ἀριθμὸς χρονικὸς, ὀλίγος πρὸς τὴν μέλλουσαν τῶν ἁγίων βασιλείαν τὴν ἀτελεύτητον. τὸ δὲ θηρίον, τουτέστιν ὁ Ἀντίχριστος, ὄγδοος μὲν ὡς μετὰ τὰς ζ βασιλείας, ἐκ τῶν ζ δὲ ὡς ἐκ μιᾶς αὐτῶν βλαστάνων. οὐ γὰρ ἐξ ἄλλου ἔθνους, ἀλλὰ Ῥωμαίων βασιλεὺς ἐπὶ ἀπωλείᾳ τῶν αὐτῷ πειθομένων ἐλεύσεται. ἄλλος δὲ αἰῶνας τούτους ἐξέλαβεν, ὧν τοὺς μὲν πέντε παρωχηκέναι φησὶ, τὸν δὲ ἕκτον ἑστάναι ἐν ᾧ ταῦτα ἑώρα. τὸν δὲ ζ τὸν μετὰ χ ἔτη μήπω ἐληλυθότα, ἐρχόμενον δὲ, ὀλίγον δεῖ μεῖναι φασί.