Ancient Greek
Book 17
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 17.8
Not analysed yet
Τὸ θηρίον ὃ εἶδες. Θηρίον ὁ διάβολος οὗτος ἀποκτανθεὶς τῷ σταυρῷ τοῦ Χριστοῦ, πάλιν ἐπὶ συντελείᾳ ἀναζῆν λέγεται, ἐνεργῶν ἐν σημείοις καὶ τέρασι πλάνης διὰ τοῦ Ἀντιχρίστου τὴν τοῦ Σωτῆρος ἄρνησιν. διὰ τοῦτο ἦν μὲν καὶ ἴσχυε πρὸ τοῦ σταυροῦ, οὐκ ἔτι δὲ μετὰ τὸ σωτήριον πάθος, ἐκνευρισθεὶς καὶ τῆς ἐξουσίας ἐξωσθεὶς, ἣν κατὰ τῶν ἐθνῶν τῆς εἰδωλολατρείας ἐκέκτητο. παρέσται δὲ ἐν τῇ συντελείᾳ ἀναβαίνων ἐκ τῆς ἀβύσσου, ἢ ὅθεν κατεδικάσθη, ἢ ἐκ τοῦ παρόντος βίου τροπικῶς ἀβύσσου ὠνομασθέντος, διὰ τὸ τῆς ἐμπολιτευομένης ἁμαρτίας βάθος τὸ τοῖς τῶν παθῶν πνεύμασι ῥιπιζόμενον καὶ κυματούμενον. ἔνθεν γὰρ ὁ Ἀντίχριστος τὸν Σατανᾶν ἐν ἑαυτῷ φέρων ἐπ’ ὀλέθρῳ τῶν ἀνθρώπων παραγίνεται, ὁδεύσων εἰς ἀπώλειαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Καὶ θαυμάσονται οἱ κατοικοῦντες. Θαυμάσονται φησὶ τὴν τοῦ θηρίου παρουσίαν διὰ τὰ τῆς ἀπάτης τέρατα, οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῶν αἰωνίως ζώντων, καὶ οἱ μὴ προστοιχειωθέντες ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, λογιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν ἀπέλαβεν.